οὐδεμία γὰρ στρατεία τὴν τῶν τῶν add. Babington. στρατευομένων ἀρετὴν ἐνεφάνισεν μᾶλλον τῆς νῦν γεγενημένης, ἐν ᾗ γε παρατάττεσθαι μὲν ὁσημέραι ἀναγκαῖον ἦ ν , πλείους δὲ μάχας ἠγωνίσθαι διὰ μιᾶς στρατ είας ἢ τοὺς Column 9 ἄλλους πάντας πληγὰς πληγὰς del. Cobet. λαμβάνειν ἐν τῷ παρεληλυθότι χρόνῳ, χειμώνων δʼ ὑπερβολὰς καὶ τῶν καθʼ ἡμέ ρα ν ἀναγκαίων ἐνδείας τος αύ τας καὶ τηλικαύτας οὕτως ἐγ κρατῶς ὑπομεμ ε νηκένα ι, ὥς τε καὶ τῷ λόγῳ χαλεπὸν εἶν αι φράσαι. τὸν δὴ τοιαύτας καρτερίας ἀόκνως ὑπομεῖναι τοὺ ς πολίτας προτρεψάμενον Λεωσθένη, καὶ τοὺς τῷ τοιούτῳ στρατηγῷ προθύμως συναγωνιστὰς σφᾶς αὐτοὺς παρασχόντας, ἆρʼ οὐ διὰ τὴν τῆς ἀρετῆς ἀπόδειξιν εὐτυχεῖς μᾶλλον ἢ διὰ τὴν τοῦ ζῆν ἀπόλειψιν ἀτυχεῖς νομιστέον; οἵτινες θνητοῦ σώματος ἀθάνατον δόξαν ἐκτήσαντο, καὶ διὰ τὴν ἰδίαν ἀρετὴν τὴν κοινὴν ἐλ ευ θερίαν τοῖς Ἕλλησιν ἐβεβαίωσαν. φέρει γὰρ πᾶσαν εὐδαιμονίαν Intercidisse aliquid videtur: ante πᾶσαν add. οὐδὲν Fritzsche: alii alia. ἄνευ τῆς αὐτονομίας. ο ὐ γὰρ ἀνδρὸς ἀπειλήν, ἀλλὰ νόμου φωνὴν κυριεύειν δεῖ τῶν εὐδαιμόνων, οὐδʼ αἰτίαν φοβερὰν εἶναι τοῖς ἐλευθέροις, ἀλλʼ ἔλεγχον, οὐδʼ ἐπὶ τοῖς κολακεύουσιν τοὺς δυνάστας καὶ διαβάλλουσιν τοὺ ς πολίτας τὸ τῶν πολιτῶν ἀσφαλές, ἀλλʼ ἐπὶ τῇ τῶν νόμων πίστει γενέσθαι.