φανερὸν δʼ ἐξ ὧν ἀναγκαζόμεθα καὶ νῦν ἔτι ἔτι Kayser: ἐστι Cobet: ἐᾶν Caffiaux. · θυσίας μὲν ἀνθρώποις γ ιγνο μένας γιγνομένας Cobet. ἐφορᾶν, ἀγάλμ ατα δὲ καὶ βωμοὺς καὶ ναοὺς τοῖ ς μὲν θεοῖς ἀμελῶς, τοῖς δὲ ἀνθρώ ποις ἐπιμελῶς συντελούμενα, καὶ τοὺς τού των τούτων Cobet. οἰκέτας ὥσπερ ἥρωας τιμᾶν ἡμᾶς ἀναγκαζομένους. ὅπου δὲ τὰ πρὸς τοὺς τοὺς add. Cobet. θεοὺς ὅσια διὰ τὴν Μακεδόνων τόλμαν ἀνῄρηται, τί τὰ πρὸς τοὺς ἀνθρώπους Post ἀνθρώπους add. δίκαια Fritzsche. χρὴ νομίζειν; ἆρʼ οὐκ ἂν παντελῶς καταλελύσθαι; ὥστε ὅσῳ δεινότερα τὰ προ ς δοκώμενʼ ἂν γενέσθαι κρίνομεν, κρίνομεν Kayser: κρίνοιμεν S. τοσούτῳ μειζόνων ἐπαίνων τοὺς τετελευτηκότας ἀξίους χρὴ νομίζειν. οὐδεμία γὰρ στρατεία τὴν τῶν τῶν add. Babington. στρατευομένων ἀρετὴν ἐνεφάνισεν μᾶλλον τῆς νῦν γεγενημένης, ἐν ᾗ γε παρατάττεσθαι μὲν ὁσημέραι ἀναγκαῖον ἦ ν , πλείους δὲ μάχας ἠγωνίσθαι διὰ μιᾶς στρατ είας ἢ τοὺς Column 9 ἄλλους πάντας πληγὰς πληγὰς del. Cobet. λαμβάνειν ἐν τῷ παρεληλυθότι χρόνῳ, χειμώνων δʼ ὑπερβολὰς καὶ τῶν καθʼ ἡμέ ρα ν ἀναγκαίων ἐνδείας τος αύ τας καὶ τηλικαύτας οὕτως ἐγ κρατῶς ὑπομεμ ε νηκένα ι, ὥς τε καὶ τῷ λόγῳ χαλεπὸν εἶν αι φράσαι. τὸν δὴ τοιαύτας καρτερίας ἀόκνως ὑπομεῖναι τοὺ ς πολίτας προτρεψάμενον Λεωσθένη, καὶ τοὺς τῷ τοιούτῳ στρατηγῷ προθύμως συναγωνιστὰς σφᾶς αὐτοὺς παρασχόντας, ἆρʼ οὐ διὰ τὴν τῆς ἀρετῆς ἀπόδειξιν εὐτυχεῖς μᾶλλον ἢ διὰ τὴν τοῦ ζῆν ἀπόλειψιν ἀτυχεῖς νομιστέον; οἵτινες θνητοῦ σώματος ἀθάνατον δόξαν ἐκτήσαντο, καὶ διὰ τὴν ἰδίαν ἀρετὴν τὴν κοινὴν ἐλ ευ θερίαν τοῖς Ἕλλησιν ἐβεβαίωσαν. φέρει γὰρ πᾶσαν εὐδαιμονίαν Intercidisse aliquid videtur: ante πᾶσαν add. οὐδὲν Fritzsche: alii alia. ἄνευ τῆς αὐτονομίας. ο ὐ γὰρ ἀνδρὸς ἀπειλήν, ἀλλὰ νόμου φωνὴν κυριεύειν δεῖ τῶν εὐδαιμόνων, οὐδʼ αἰτίαν φοβερὰν εἶναι τοῖς ἐλευθέροις, ἀλλʼ ἔλεγχον, οὐδʼ ἐπὶ τοῖς κολακεύουσιν τοὺς δυνάστας καὶ διαβάλλουσιν τοὺ ς πολίτας τὸ τῶν πολιτῶν ἀσφαλές, ἀλλʼ ἐπὶ τῇ τῶν νόμων πίστει γενέσθαι.