ἄξιον Column 8 τοίνυν συλλογίσασθαι καὶ τί ἂν συμβῆναι νομίζομεν νομίζομεν Kayser: νομίζοιμεν S. μὴ κατὰ τρόπον τούτων ἀγωνισαμένων. ἆρʼ οὐκ ἂν ἑνὸς μὲν δεσπότου τὴν οἰκουμένην ὑπήκοον ἅπασαν εἶναι, νόμῳ δὲ τῷ τούτου τρόπῳ ἐξ ἀνάγκης χρῆσθαι τὴν Ἑλλάδα; συνελόντα δʼ εἰπεῖν, τὴν Μακεδόνων ὑπερηφανίαν καὶ μὴ τὴν τοῦ δικαίου δύναμιν ἰσχύειν παρʼ ἑκάστοις, ὥστε μήτε γυναικῶν μήτε παρθένων μήτε παίδων ὕβρεις ἀνεκλείπτους ἀνεκλείπτους plerique edd., qui lacunam indicant: ἂν ἐκλείπτους (verbum ignotum) S: post ἑκάστοις add. μὴ Colin. ἑκάστοις καθεστάναι. φανερὸν δʼ ἐξ ὧν ἀναγκαζόμεθα καὶ νῦν ἔτι ἔτι Kayser: ἐστι Cobet: ἐᾶν Caffiaux. · θυσίας μὲν ἀνθρώποις γ ιγνο μένας γιγνομένας Cobet. ἐφορᾶν, ἀγάλμ ατα δὲ καὶ βωμοὺς καὶ ναοὺς τοῖ ς μὲν θεοῖς ἀμελῶς, τοῖς δὲ ἀνθρώ ποις ἐπιμελῶς συντελούμενα, καὶ τοὺς τού των τούτων Cobet. οἰκέτας ὥσπερ ἥρωας τιμᾶν ἡμᾶς ἀναγκαζομένους. ὅπου δὲ τὰ πρὸς τοὺς τοὺς add. Cobet. θεοὺς ὅσια διὰ τὴν Μακεδόνων τόλμαν ἀνῄρηται, τί τὰ πρὸς τοὺς ἀνθρώπους Post ἀνθρώπους add. δίκαια Fritzsche. χρὴ νομίζειν; ἆρʼ οὐκ ἂν παντελῶς καταλελύσθαι; ὥστε ὅσῳ δεινότερα τὰ προ ς δοκώμενʼ ἂν γενέσθαι κρίνομεν, κρίνομεν Kayser: κρίνοιμεν S. τοσούτῳ μειζόνων ἐπαίνων τοὺς τετελευτηκότας ἀξίους χρὴ νομίζειν.