Θετταλοὺς δὲ καὶ Φωκέας καὶ Αἰ τωλοὺς καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἐν τῷ τόπῳ συμμάχους ἐποιήσατο, καὶ ὧν Φίλιππος καὶ Ἀλέξανδρος ἀκόντων ἡγούμενοι ἐσεμνύνοντο, τούτων Λεωσθένης ἑκόντων τὴν ἡγεμονίαν ἔλαβεν. συνέβη δʼ αὐτῷ τῶν μὲν πραγμάτων ὧν προείλετο κρατῆσαι, Column 6 τῆς δὲ εἱ μαρ μένης οὐκ ἦν περιγενέ σθαι.