καὶ ξενικὴν μὲν δύναμιν συ στησάμενος, τῆς δὲ πολιτικῆς ἡγεμὼν καταστάς, τοὺς πρώτους ἀντιταξαμένους τῇ τῶν Ἑλλήνων ἐλευθερίᾳ Βοιωτοὺς καὶ Μακεδόνας καὶ Εὐβοέας καὶ τοὺς ἄλλους συμμάχους αὐτῶν ἐνίκησε μαχόμενος ἐν τῇ Βοιωτίᾳ. ἐντεῦθεν δʼ ἐλθὼν εἰς Πύλας καὶ καταλαβὼν τὰς πα ρόδους, παρόδους Spengel. διʼ ὧν καὶ πρότερον ἐ πὶ τ οὺς Ἕλληνας οἱ βάρβαροι ἐ πο ρεύθησαν, τῆς μὲν ἐπὶ τὴν Ἑλλάδα πορείας Ἀντίπατρον ἐκώλυσεν, αὐτὸν δὲ κα ταλαβὼν ἐν τοῖς τόποις τού τοι ς καὶ μάχῃ νικήσας, ἐπολι όρ κει κατακλείσας εἰς Λαμίαν. Θετταλοὺς δὲ καὶ Φωκέας καὶ Αἰ τωλοὺς καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἐν τῷ τόπῳ συμμάχους ἐποιήσατο, καὶ ὧν Φίλιππος καὶ Ἀλέξανδρος ἀκόντων ἡγούμενοι ἐσεμνύνοντο, τούτων Λεωσθένης ἑκόντων τὴν ἡγεμονίαν ἔλαβεν. συνέβη δʼ αὐτῷ τῶν μὲν πραγμάτων ὧν προείλετο κρατῆσαι, Column 6 τῆς δὲ εἱ μαρ μένης οὐκ ἦν περιγενέ σθαι.