ἀσεβεῖ τις περὶ τὰ ἱερά· γραφαὶ γραφαὶ γράφεται Schneidewin: post γραφαὶ add. εἰσιν Cobet. ἀσεβείας πρὸς τὸν βασιλέα. — φαῦλός ἐστι πρὸς τοὺς ἑαυτοῦ γονεῖς· ὁ ἄρχων ἐπὶ τούτου κάθηται. — παράνομά τις ἐν τῇ πόλει Column 5 γράφει· θεσμοθετῶν συνέδριον ἔστι. — ἀπαγωγῆς ἄξια ποιεῖ· ἀρχὴ τῶν ἕνδεκα καθέστηκε. — τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων ἀδικημάτων ἁπάντων καὶ νόμους καὶ ἀρχὰς καὶ δικαστήρια τὰ προσήκοντα ἑκάστοις αὐτῶν ἀπέδοτε.