<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="6"><p>ἀσεβεῖ τις περὶ τὰ ἱερά· γραφαὶ<note resp="editor" xml:lang="lat"><app><lem xml:lang="grc">γραφαὶ</lem></app><foreign xml:lang="grc">γράφεται</foreign> Schneidewin: post <foreign xml:lang="grc">γραφαὶ</foreign> add.<foreign xml:lang="grc">εἰσιν</foreign>  Cobet.</note> ἀσεβείας πρὸς τὸν βασιλέα. — φαῦλός ἐστι πρὸς τοὺς ἑαυτοῦ γονεῖς· ὁ ἄρχων ἐπὶ τούτου κάθηται. — παράνομά τις ἐν τῇ πόλει <note resp="perseus" type="Papyr" xml:lang="eng" place="margin">Column 5</note> γράφει· θεσμοθετῶν συνέδριον ἔστι. — ἀπαγωγῆς ἄξια ποιεῖ· ἀρχὴ τῶν ἕνδεκα καθέστηκε. — τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων ἀδικημάτων ἁπάντων καὶ νόμους καὶ ἀρχὰς καὶ δικαστήρια τὰ προσήκοντα ἑκάστοις αὐτῶν ἀπέδοτε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="7"><p>ὑπὲρ τίνων οὖν οἴεσθε<note resp="editor" xml:lang="lat"><app><lem xml:lang="grc">οἴεσθε</lem></app><foreign xml:lang="grc">ᾤεσθε</foreign> Cobet.</note> δεῖν τὰς εἰσαγγελίας γίγνεσθαι; τοῦτʼ ἤδη καθʼ ἕκαστον ἐν τῷ νόμῳ ἐγράψατε, ἵνα μὴ ἀγνοῇ μηδείς· <q>ἐάν τις,</q> φησί, <q>τὸν δῆμον τὸν Ἀθηναίων καταλύῃ·</q> — εἰκότως, ὦ ἄνδρες δικασταί· ἡ γὰρ τοιαύτη αἰτία οὐ παραδέχεται σκῆψι<add>ν ο</add>ὐδεμίαν οὐδενὸς οὐδʼ ὑπωμοσίαν, ἀλλὰ τὴν ταχίστην αὐτὴν δεῖ <note resp="perseus" type="Papyr" xml:lang="eng" place="margin">Column 6</note> εἶναι ἐν τῷ δικαστηρίῳ· — </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="8"><p>ἢ <q>συνίῃ ποι ἐπὶ καταλύσει τοῦ δήμου ἢ ἑταιρικὸν συναγάγῃ, ἢ ἐάν τις πόλιν τινὰ προδῷ ἢ ναῦς ἢ πεζὴν ἢ ναυτικὴν στρατιάν, ἢ ῥήτωρ ὢν μὴ λέγῃ τὰ ἄριστα τῷ δήμῳ τῷ Ἀθηναίων χρήματα λαμβάνων</q>· τὰ μὲν ἄνω τοῦ νόμου κατὰ πάντων τῶν πολιτῶν γράψαντες (ἐκ πάντων γὰρ καὶ τἀδικήματα ταῦτα γένοιτʼ ἄν), τὸ δὲ τελευταῖον τοῦ νόμου κατʼ αὐτῶν τῶν ῥητόρων, παρʼ οἷς ἔστιν καὶ τὸ γράφειν τὰ ψηφίσματα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="9"><p>ἐμαίνεσθε γὰρ ἄν, εἰ ἄλλον τινὰ τρόπον τὸν νόμον τοῦτον ἔθεσθε ἢ οὕτως· εἰ τὰς μὲν τιμὰς καὶ τὰς <note resp="perseus" type="Papyr" xml:lang="eng" place="margin">Column 7</note> ὠφελίας ἐκ τοῦ λέγειν οἱ ῥήτορες καρποῦνται, τοὺς δὲ κινδύνους ὑπὲρ αὐτῶν τοῖς ἰδιώταις ἀνεθήκατε. ἀλλʼ ὅμως Πολύευκτος οὕτως ἐστὶν ἀνδρεῖος, ὥστε εἰσαγγελίαν διώκων οὐκ ἔφη δεῖν τοὺς φεύγοντας τῷ εἰσαγγελτικῷ νόμῳ χρῆσθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="10"><p>καὶ οἱ μὲν ἄλλοι πάντες κατήγοροι, ὅταν οἴωνται δεῖν ἐν τῷ προτέρῳ λόγῳ ὑφελεῖν τῶν φευγόντων τὰς ἀπολογίας, τοῦτο παρακελεύονται τοῖς δικασταῖς, μὴ ἐθέλειν ἀκούειν τῶν ἀπολογουμένων, ἐάν τινες ἔξω τοῦ νόμου λέγωσιν, ἀλλʼ ἀπαντᾶν πρὸς τὰ λεγόμενα καὶ κελεύειν τὸν νόμον ἀναγιγνώσκειν· σὺ δὲ <note resp="perseus" type="Papyr" xml:lang="eng" place="margin">Column 8</note> τοὐναντίον τὴν εἰς τοὺς νόμους καταφυγὴν ἐκ τῆς ἀπολογίας οἴει δεῖν ἀφελέσθαι Εὐξενίππου. </p></div></div></body></text></TEI>