<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="36"><p>ἀλλʼ ὅμως οἱ δικασταὶ οὐ πρὸς τὰς τοῦ κατηγόρου ὑποσχέσεις ἀποβλέποντες, ἀλλὰ πρὸς τὸ δίκαιον, ἔγνωσαν ἴδιον εἶναι τὸ μέταλλον, καὶ τῇ αὐτῇ ψήφῳ τάς τε οὐσίας αὐτῶν ἐν ἀσφαλείᾳ κατέστησαν, καὶ τὴν ὑπόλοιπον ἐργασίαν τοῦ μετάλλου ἐβεβαίωσαν. τοιγαροῦν αἱ καινοτομίαι<note resp="editor" xml:lang="lat">Post <foreign xml:lang="grc">καινοτομίαι</foreign> add. <foreign xml:lang="grc">αἱ</foreign> Cobet.</note> πρότερον ἐκλελειμμέναι διὰ τὸν φόβον νῦν ἐνεργοί, καὶ τῆς πόλεως αἱ πρόσοδοι αἱ ἐκεῖθεν πάλιν αὔξονται, ἃς ἐλυμήναντό τινες τῶν ῥητόρων ἐξ<add>απ</add>ατήσαντες τὸν δῆμον καὶ δασμολ<add>ογή</add>σαντες τοὺς ἐκ<add>εῖθεν</add>.<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκεῖθεν</foreign> Lightfoot.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="37"><p>ἔστι γάρ, ὦ ἄνδρ<add>ες δι</add>κασταί, οὐχ οὗτος <add>χρη</add>στὸς<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">χρηστὸς</foreign> Meuss.</note> πολίτης, ὅ<add>στις</add> <note resp="perseus" type="Papyr" xml:lang="eng" place="margin">Column 29</note> μικρὰ δοὺς πλείω βλάπτει τὰ κοινά, οὐδʼ ὅστις εἰς τὸ παραχρῆμα ἐξ ἀδίκου πορίσας κατέλυσε τῆς πόλεως τὴν ἐκ δικαίου πρόσοδον, ἀλλʼ ὅτῳ μέλει καὶ τῶν εἰς τὸν ἔπειτα χρόνον ὠφελίμων τῇ πόλει καὶ τῆς ὁμονοίας τῶν πολιτῶν καὶ τῆς δόξης τῆς ὑμετέρας· ὧν ἔνιοι οὐ φροντίζουσιν, ἀλλὰ τῶν ἐργαζομένων ἀφαιρούμενοι πόρους φασὶ τούτους πορίζειν, ἀπορίαν ἐν τῇ πόλει παρασκευάζοντες. ὅταν γὰρ ᾖ<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ᾖ</foreign> Babington: <foreign xml:lang="grc">ἦν</foreign> A.</note> φοβερὸν τὸ κτᾶσθαι καὶ φείδεσθαι, τίς βουλήσεται κινδυνεύειν; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="38"><p rend="align(indent)">τούτους μὲν οὖν ἴσως οὐ ῥᾴδιόν ἐστι κωλῦσαι ταῦτα πράττειν· ὑμεῖς δέ, ὦ ἄνδρες <note resp="perseus" type="Papyr" xml:lang="eng" place="margin">Column 30</note> δικασταί, ὥσπερ καὶ ἄλλους πολλοὺς σεσώκατε τῶν πολιτῶν ἀδίκως εἰς ἀγῶνας καταστάντας, οὕτω καὶ Εὐξενίππῳ βοηθήσατε, καὶ μὴ περιίδητε αὐτὸν ἐπὶ πράγματι οὐδενὸς ἀξίῳ καὶ εἰσαγγελίᾳ τοιαύτῃ, ᾗ οὐ μόνον οὐκ ἔνοχός ἐστιν, ἀλλὰ καὶ αὐτὴ παρὰ τοὺς νόμους ἐστὶν εἰσηγγελμένη, καὶ πρὸς τούτοις ὑπʼ αὐτοῦ τοῦ κατηγόρου τρόπον τινὰ ἀπολελυμένη. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="39"><p>εἰσήγγελκε γὰρ αὐτὸν Πολύευκτος λέγειν μὴ τὰ ἄριστα τῷ δήμῳ τῷ Ἀθηναίων χρήματα λαμβάνοντα καὶ δωρεὰς παρὰ τῶν τἀναντία πραττόντων τῷ δήμῳ τῷ Ἀθηναίων. εἰ μὲν οὖν ἔξωθεν τῆς <note resp="perseus" type="Papyr" xml:lang="eng" place="margin">Column 31</note> πόλεώς τινας ᾐτιᾶτο εἶναι, παρʼ ὧν τὰ δῶρα εἰληφότα. Εὐξένιππον συναγωνίζεσθαι αὐτοῖς, ἦν ἂν αὐτῷ εἰπεῖν ὅτι, ἐπειδὴ ἐκείνους οὐκ ἔστι τιμωρήσασθαι, δεῖ τοὺς ἐνθάδε αὐτοῖς<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτοῖς</foreign> Babington:<foreign xml:lang="grc">αὐτοὺς</foreign> A.</note> ὑπηρετοῦντας δίκην δοῦναι. νῦν δὲ Ἀθηναίους φησὶν εἶναι παρʼ ὧν τὰς δωρεὰς εἰληφέναι αὐτόν. εἶτα σύ, ἔχων ἐν τῇ πόλει τοὺς ὑπεναντία πράττοντας τῷ δήμῳ, οὐ τιμωρῇ, ἀλλʼ Εὐξενίππῳ πράγματα παρέχεις; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="40"><p rend="align(indent)">βραχὺ δʼ ἔτι εἰπὼν περὶ τῆς ψήφου ἧς ὑμεῖς μέλλετε φέρειν καταβήσομαι. ὅταν γὰρ μέλλητε, ὦ ἄνδρες δικασταί, διαψηφίζεσθαι, κελεύετε <note resp="perseus" type="Papyr" xml:lang="eng" place="margin">Column 32</note> ὑμῖν τὸν γραμματέα ὑπαναγνῶναι τήν τε εἰσαγγελίαν καὶ τὸν νόμον τὸν εἰσαγγελτικὸν καὶ τὸν ὅρκον τὸν ἡλιαστικόν· καὶ τοὺς μὲν λόγους ἁπάντων ἡμῶν ἀφέλετε, ἐκ δὲ τῆς εἰσαγγελίας καὶ τῶν νόμων σκεψάμενοι ὅ τι ἂν ὑμῖν δοκῇ δίκαιον καὶ εὔορκον εἶναι, τοῦτο ψηφίσασθε. </p></div></div></body></text></TEI>