<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="30"><p>καὶ οὐδʼ οὕτως ἀπέχρησέ μοι τὴν <note resp="P" type="Papyr">Column 23</note> εἰσαγγελίαν <add>ἂν</add><note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign> del. Babington.</note> δοῦναι, ἀλλʼ ὑποκάτω παρέγραψα· <q>τάδʼ εἶπεν οὐ τὰ ἄριστα τῷ δήμῳ χρήματα λαβών,</q> εἶτα τὸ ψήφισμα αὐτοῦ ὑπέγραψα· καὶ πάλιν, <q>τάδε εἶπεν οὐ τὰ ἄριστα τῷ δήμῳ χρήματα λαβών,</q> καὶ τὸ ψήφισμα παρέγραφον. καὶ ἔστι μοι πεντάκις ἢ ἑξάκις τοῦτο γεγραμμένον· δίκαιον γὰρ ᾤμην δεῖν τὸν ἀγῶνα καὶ τὴν κρίσιν ποιῆσαι. σὺ δʼ ἃ μὲν εἰπεῖν Εὐξένιππον φῂς οὐ τὰ ἄριστα τῷ δήμῳ, οὐκ εἶχες γράψαι εἰς τὴν εἰσαγγελίαν, ἰδιώτην δʼ ὄντα κρίνεις ἐν τῇ τοῦ ῥήτορος τάξει. </p></div></div></body></text></TEI>