καὶ φῂς κόλακα αὐτὸν εἶναι ἐκείνης καὶ Μακεδόνων· ὃν ἐὰν δείξῃς ἀφιγμένον πώποτε εἰς Column 16 Μακεδονίαν, ἢ ἐκείνων τινὰ ὑποδεξάμενον εἰς τὴν αὑτοῦ οἰκίαν, ἢ χρώμενον τῶν ἐκεῖθέν τινι ἢ ἐντυγχάνοντα, ἢ λόγους καὶ οὑστινασοῦν ἢ ἐπʼ ἐργαστηρίου ἢ ἐν τῇ ἀγορᾷ ἢ ἄλλοθί που περὶ τούτων τῶν πραγμάτων εἰρηκότα, καὶ μὴ κοσμίως καὶ μετρίως τὰ αὑτοῦ πράττοντα ὥσπερ εἴ τις καὶ ἄλλος τῶν πολιτῶν, χρησάσθωσαν αὐτῷ οἱ δικασταὶ ὅ τι βούλονται.