<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="16"><p rend="align(indent)">ἐξετάσωμεν δὲ περὶ αὐτοῦ τουτονὶ τὸν τρόπον. αἱ φυλαὶ σύνδυο γενόμεναι τὰ ὄρη τὰ ἐν Ὠρωπῷ διείλοντο, τοῦ δήμου αὐταῖς δόντος. τοῦτο τὸ ὄρος ἔλαχεν<note resp="editor" xml:lang="lat"><app><lem xml:lang="grc">ἔλαχεν</lem></app><foreign xml:lang="grc">ἔλαχον</foreign> Cobet.</note> Ἀκαμαντὶς καὶ Ἱπποθοωντίς. ταύτας τὰς φυλὰς ἔγραψας ἀποδοῦναι τὸ ὄρος τῷ Ἀμφιαράῳ καὶ τὴν τιμὴν ὧν ἀπέδοντο, ὡς πρότερον τοὺς ὁριστὰς τοὺς πεντήκοντα ἐξελόντας αὐτὸ τῷ θεῷ καὶ ἀφορίσαντας, καὶ οὐ προσηκόντως τὰς δύο φυλὰς ἐχούσας τὸ ὄρος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="17"><p>μικρὸν δὲ διαλιπὼν ἐν ταὐτῷ ψηφίσματι γράφεις τὰς ὀκτὼ φυλὰς πορίσαι<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πορίσαι</foreign> Cobet:<foreign xml:lang="grc">ποιῆσαι</foreign> A.</note> τοῖν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῖν</foreign> Westermann:<foreign xml:lang="grc">ταν</foreign> A.</note> <note resp="perseus" type="Papyr" xml:lang="eng" place="margin">Column 13</note> δυοῖν φυλαῖν τὰ διάφορα καὶ ἀποδοῦναι, ὅπως ἂν μὴ ἐλαττῶνται. καίτοι εἰ μὲν ἴδιον <add>ὂν</add><note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὂν</foreign> add. Cobet.</note> τῶν φυλῶν ἀφῃροῦ τὸ ὄρος, πῶς οὐκ ὀργῆς ἄξιος <add>εἶ</add>;<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἶ</foreign> add. Schneidewin.</note> εἰ δὲ μὴ προσηκόντως εἶχον αὐτό, ἀλλὰ τοῦ θεοῦ ὄν, διὰ τί τὰς ἄλλας φυλὰς ἔγραφες αὐταῖς προσαποδιδόναι ἀργύριον; ἀγαπητὸν γὰρ ἦν αὐταῖς εἰ τὰ τοῦ θεοῦ ἀποδώσουσιν καὶ μὴ προσαποτείσουσιν ἀργύριον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="18"><p rend="align(indent)">ταῦτʼ ἐν τῷ δικαστηρίῳ ἐξεταζόμενα οὐκ ὀρθῶς ἐδόκει γεγράφθαι, ἀλλὰ κατεψηφίσαντό σου οἱ δικασταί. εἶτʼ εἰ μὲν ἀπέφυγες τὴν γραφήν, οὐκ ἂν κατεψεύσατο οὗτος τοῦ θεοῦ, ἐπειδὴ δὲ συνέβη σοι ἁλῶναι, Εὐξένιππον δεῖ ἀπολωλέναι; καὶ σοὶ <note resp="perseus" type="Papyr" xml:lang="eng" place="margin">Column 14</note> μὲν τῷ τοιοῦτο ψήφισμα γράψαντι πέντε καὶ εἴκοσι δραχμῶν ἐτιμήθη, τὸν δὲ κατακλιθέντα εἰς τὸ ἱερὸν τοῦ δήμου κελεύσαντος μηδʼ ἐν τῇ Ἀττικῇ δεῖ τεθάφθαι; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="19"><p rend="align(indent)">ναί<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τεθάφαι. ναί</foreign> Kayser (coll. Hyp. ii. 10; Dinarch i. 7):  <foreign xml:lang="grc">τεταφναι</foreign> A (litteris<foreign xml:lang="grc">θαι</foreign>  in margine additis).</note>· δεινὰ γὰρ ἐποίησεν περὶ τὴν φιάλην, ἐάσας Ὀλυμπιάδα ἀναθεῖναι εἰς τὸ ἄγαλμα τῆς Ὑγιείας. τοῦτο γὰρ ὑπολαμβάνεις, ἐφόδιον ἑαυτῷ εἰς τὸν ἀγῶνα τὸ ἐκείνης ὄνομα παραφέρων καὶ κολακείαν ψευδῆ κατηγορῶν Εὐξενίππον, μῖσος καὶ ὀργὴν αὐτῷ συλλέξειν παρὰ τῶν δικαστῶν. δεῖ δέ, ὦ βέλτιστε, μὴ ἐπὶ τῷ Ὀλυμπιάδος ὀνόματι καὶ τῷ Ἀλεξάνδρου τῶν πολιτῶν <note resp="perseus" type="Papyr" xml:lang="eng" place="margin">Column 15</note> τινα ζητεῖν κακόν τι ἐργάσασθαι, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="20"><p>ἀλλʼ ὅταν ἐκεῖνοι πρὸς τὸν δῆμον τὸν Ἀθηναίων ἐπιστέλλωσι μὴ τὰ δίκαια μηδὲ τὰ προσήκοντα, τότε ἀναστάντα ὑπὲρ τῆς πόλεως ἀντιλέγειν καὶ πρὸς τοὺς ἥκοντας παρʼ αὐτῶν δικαιολογεῖσθαι καὶ εἰς τὸ κοινὸν τῶν Ἑλλήνων συνέδριον πορεύεσθαι βοηθήσοντα τῇ πατρίδι. σὺ δʼ ἐκεῖ μὲν οὐδεπώποτε ἀνέστης οὐδὲ λόγον περὶ αὐτῶν ἐποιήσω, ἐνθάδε δὲ μισεῖς Ὀλυμπιάδα ἐπὶ τῷ ἀπολέσαι Εὐξένιππον, </p></div></div></body></text></TEI>