νὴ Δία, τὰ γὰρ πεπραγμένα αὐτῷ δεινά ἐστι καὶ ἄξια θανάτου, ὡς σὺ λέγεις ἐν τῇ κατηγορίᾳ. σκέψασθε δή, ὦ ἄνδρες δικασταί, καθʼ ἓν ἕκαστον αὐτῶν ἐξετάζοντες. ὁ δῆμος προσέταξεν Εὐξενίππῳ τρίτῳ αὐτῷ ἐγκατακλιθῆναι εἰς τὸ ἱερόν, οὗτος δὲ κοιμηθεὶς ἐνύπνιόν φησιν ἰδεῖν, Column 11 ὃ τῷ δήμῳ ἀπαγγεῖλαι. τοῦτʼ εἰ μὲν ὑπελάμβανες ἀληθὲς εἶναι, καὶ ὃ εἶδεν ἐν τῷ ὕπνῳ τοῦτʼ αὐτὸν ἀπαγγεῖλαι πρὸς τὸν δῆμον, τί καὶ ἀδικεῖ, ἃ ὁ θεὸς αὐτῷ προσέταττε ταῦτʼ ἐξαγγείλας πρὸς Ἀθηναίους;