<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="11"><p rend="align(indent)">καὶ πρὸς τούτοις οὐδὲ βοηθεῖν οὐδένα φῂς δεῖν αὐτῷ οὐδὲ συναγορεύειν, ἀλλὰ παρακελεύῃ τοῖς δικασταῖς μὴ θέλειν ἀκούειν τῶν ἀναβαινόντων. καίτοι τί τού<add>του</add> τῶν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τούτου τῶν</foreign> Cobet: <foreign xml:lang="grc">τοῦ τῶν</foreign> A.</note> ἐν τῇ πόλει βέλτιον ἢ δ<add>ημο</add>τικώτερόν ἐστι, πολλῶν καὶ ἄλλων καλῶν ὄντων, ἢ ὁπόταν τις ἰδιώτης εἰς ἀγῶνα καὶ κίνδυνον καταστὰς μὴ δύνηται ὑπὲρ ἑαυτοῦ ἀπολογεῖσθαι, τούτῳ τὸν βουλόμενον τῶν πολιτῶν ἐξεῖναι ἀναβάντα βοηθῆσαι καὶ τοὺς δικαστὰς ὑπὲρ τοῦ πράγματος τὰ δίκαια διδάξαι; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="12"><p><note resp="perseus" type="Papyr" xml:lang="eng" place="margin">Column 9</note> ἀλλὰ νὴ Δία αὐτὸς τοιούτῳ πράγματι οὐ κέχρησαι, ἀλλʼ ὅτʼ ἔφευγες τὸν ἀγῶνα ὑπʼ Ἀλεξάνδρου τοῦ ἐξ Οἴου, δέκα μὲν συνηγόρους ἐκ τῆς Αἰγηίδος φυλῆς ᾐτήσω, ὧν καὶ ἐγὼ εἷς ἦν αἱρεθεὶς ὑπὸ σοῦ, ἐκ δὲ τῶν ἄλλων Ἀθηναίων ἐκάλεις ἐπὶ τὸ δικαστήριον τοὺς βοηθήσοντάς σοι. καὶ τὰ μὲν ἄλλα τί δεῖ λέγειν; αὐτῷ δὲ τούτῳ τῷ ἀγῶνι πῶς κέχρησαι; οὐ κατηγόρησας ὁπόσα ἐβούλου; οὐ Λυκοῦργον ἐκάλεις συγκατηγορήσοντα, οὔτε τῷ λέγειν οὐδενὸς τῶν ἐν τῇ πόλει καταδεέστερον ὄντα, παρὰ τούτοις τε μέτριον καὶ ἐπιεικῆ δοκοῦντα εἶναι; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="13"><p>εἶτα σοὶ μὲν ἔξεστι καὶ φεύγοντι τοὺς βοηθήσοντας <note resp="perseus" type="Papyr" xml:lang="eng" place="margin">Column 10</note> καλεῖν καὶ διώκοντι τοὺς συγκατηγόρους ἀναβιβάσασθαι, ὃς οὐ μόνον ὑπὲρ σεαυτοῦ δύνασαι εἰπεῖν, ἀλλὰ καὶ ὅλῃ<note resp="editor" xml:lang="lat">Post<foreign xml:lang="grc">ὅλῃ</foreign> add. <foreign xml:lang="grc">τῇ</foreign> Cobet.</note> πόλει πράγματα παρέχειν ἱκανὸς εἶ, Εὐξενίππῳ δʼ ὅτι ἰδιώτης ἐστὶ καὶ πρεσβύτερος οὐδὲ τοὺς φίλους καὶ τοὺς οἰκείους ἐξέσται βοηθεῖν, εἰ δὲ μή, διαβληθήσονται ὑπὸ σοῦ; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="14"><p rend="align(indent)">νὴ Δία, τὰ γὰρ πεπραγμένα αὐτῷ δεινά ἐστι καὶ ἄξια θανάτου, ὡς σὺ λέγεις ἐν τῇ κατηγορίᾳ. σκέψασθε δή, ὦ ἄνδρες δικασταί, καθʼ ἓν ἕκαστον αὐτῶν ἐξετάζοντες. ὁ δῆμος προσέταξεν Εὐξενίππῳ τρίτῳ αὐτῷ ἐγκατακλιθῆναι εἰς τὸ ἱερόν, οὗτος δὲ κοιμηθεὶς ἐνύπνιόν φησιν ἰδεῖν, <note resp="P" type="Papyr">Column 11</note> ὃ τῷ δήμῳ ἀπαγγεῖλαι. τοῦτʼ εἰ μὲν ὑπελάμβανες ἀληθὲς εἶναι, καὶ ὃ εἶδεν ἐν τῷ ὕπνῳ τοῦτʼ αὐτὸν ἀπαγγεῖλαι πρὸς τὸν δῆμον, τί καὶ ἀδικεῖ, ἃ ὁ θεὸς αὐτῷ προσέταττε ταῦτʼ ἐξαγγείλας πρὸς Ἀθηναίους; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg004.perseus-grc2" n="15"><p>εἰ δέ, ὥσπερ νυνὶ λέγεις, ἡγοῦ αὐτὸν καταψεύσασθαι τοῦ θεοῦ καὶ χαριζόμενόν τισι μὴ τἀληθῆ ἀπηγγελκέναι τῷ δήμῳ, οὐ ψήφισμα ἐχρῆν σε πρὸς τὸ ἐνύπνιον γράφειν, ἀλλʼ ὅπερ ὁ πρότερος ἐμοῦ λέγων εἶπεν, εἰς Δελφοὺς πέμψαντα πυθέσθαι παρὰ τοῦ θεοῦ τὴν ἀλήθειαν. σὺ δὲ τοῦτο μὲν οὐκ ἐποίησας, ψήφισμα δὲ αὐτοτελὲς ἔγραψας κατὰ δυοῖν φυλαῖν οὐ μόνον ἀδικώτατον, <note resp="perseus" type="Papyr" xml:lang="eng" place="margin">Column 12</note> ἀλλὰ καὶ ἐναντίον αὐτὸ ἑαυτῷ· διʼ ὅπερ ἥλως παρανόμων, οὐ διʼ Εὐξένιππον. </p></div></div></body></text></TEI>