ὡς γὰρ εἰπόντος αὐτοῦ ταῦτα ἐγὼ προσωμολόγησα, εὐθὺς ἐκ τῶν γονάτων λαβὼν τῶ ν αὑτοῦ γραμματεῖόν τ ι τὸ ἐγ γεγραμ μ ένον τι τὸ ἐγγ . . Blass: τὸ ἐγγ . . Kenyon: τι προγ . . Colin. ἀνεγίγνωσκ εν . Column 4 ἦσαν δὲ αὗται συνθῆκαι πρὸς ἐμέ· ὧν ἐγὼ ἀναγιγνωσκομένων μὲν ἤκουον, ἔσπευδον μέντοι ἐφʼ ὃ ἧκον τοῦτο διοικήσασθαι, καὶ σημαίνεται τὰς συνθήκας εὐθὺς ἐν τῇ αὐτῇ οἰκίᾳ ἵνα μηδεὶς τῶν εὖ φρονούντων ἀκούσαι τὰ ἐγγεγραμμένα, προσεγγράψας μετʼ ἐμοῦ Νίκωνα τὸν Κηφισιέα. ἐλθόντες δʼ ἐπὶ τὸ μυροπώλιον τὸ μὲν γραμματεῖον τιθέμεθα παρὰ Λυσικλεῖ Λευκονοιεῖ, Λευκονοιεῖ Kenyon: Λευκονοεῖ P. τὰς δὲ τετταράκοντα μνᾶς ἐγὼ καταβαλὼν τὴν ὠνὴν ἐποιησάμην. τούτου δὲ γενομένου προσῄεσάν μοι οἱ χρῆσται οἷς ὠφείλετο παρὰ τῷ Μίδᾳ καὶ οἱ πληρωταὶ τῶν ἐράνων καὶ διελέγοντό μοι· καὶ ἐν τρισὶν μησὶν ἅπαντα τὰ χρέα φανερὰ ἐγεγόνει, ὥστʼ εἶναί μοι σὺ ν τοῖς ἐράνοις, ὅπερ καὶ ἀρτίως εἶπον, πε ρὶ π έντε τάλαντα.