ἦν δέ, ὦ ἄνδρες δικασταί, ὡς ἔοικεν, ἐνταῦθα ἡ ἐπιβουλὴ καὶ τὸ πλάσμα τὸ μέγα. εἰ μὲν γὰρ ἐπʼ ἐλευθερίᾳ καταβάλλοιμι αὐτῶν τὸ ἀργύριον, τοῦτο μόνον ἀπώλλυον ὃ δοίην αὐτῷ, ἀλλʼ οὐδὲν δεινὸν ἔπασχον· εἰ δὲ πριαίμην ὠνῇ καὶ πράσει, ὁμολογήσας αὐτῷ τὰ χρέα ἀναδέξεσθαι, ἀναδέξεσθαι Blass: ἀναδέξασθαι P, ut vid. (sed littera a dubia), Kenyon, et in add. Jensen. ὡς οὐθενὸς ἄξια ὄντα, δ ιὰ τὸ μὴ π ρο ειδέναι, καὶ τοὺς πληρωτὰς τῶν ἐράνων ἐν ὁμολογίᾳ λαβών· ὅπερ ἐποίησεν.