τὸ δὲ Column 3 μέγιστον, νῦν μὲν ἂν δόξειαν διʼ ἐμὲ γεγονέναι ἐλεύθεροι· ἐὰν δὲ πριάμενος σὺ ὠνῇ καὶ πράσει εἶθʼ ὕστερον, ὅτε ἄν σοι δοκῇ, ἀφῇς αὐτοὺς ἐλευθέρους, διπλασίαν ἕξουσίν σοι τὴν χάριν. ὅσον μέντοι ὀφείλουσιν ἀργύριον, μύρου τέ τινος τιμὴν Παγκάλῳ καὶ Προκλεῖ καὶ εἴ τι ἄλλο κατέθετό τις ἐπὶ τὸ μυροπώλιον τῶν προσφοιτώντων, οἷα γίγνεται, ταῦτα, ἔφη, σὺ ἀναδέξῃ· ἔστιν δὲ μικρὰ κομιδῇ καὶ πολλῷ πλείω φορτία ἐστὶν τούτων ἐν τῷ ἐργαστηρίῳ, μύρον καὶ ἀλάβαστροι καὶ σμύρνα, καὶ ἄλλʼ ἄττα ὀνόματα λέγων, ὅθεν πάντα ταῦτα δ ιαλυθ ήσε ται διαλυθήσεται Weil. ῥᾳδίως. ἦν δέ, ὦ ἄνδρες δικασταί, ὡς ἔοικεν, ἐνταῦθα ἡ ἐπιβουλὴ καὶ τὸ πλάσμα τὸ μέγα. εἰ μὲν γὰρ ἐπʼ ἐλευθερίᾳ καταβάλλοιμι αὐτῶν τὸ ἀργύριον, τοῦτο μόνον ἀπώλλυον ὃ δοίην αὐτῷ, ἀλλʼ οὐδὲν δεινὸν ἔπασχον· εἰ δὲ πριαίμην ὠνῇ καὶ πράσει, ὁμολογήσας αὐτῷ τὰ χρέα ἀναδέξεσθαι, ἀναδέξεσθαι Blass: ἀναδέξασθαι P, ut vid. (sed littera a dubia), Kenyon, et in add. Jensen. ὡς οὐθενὸς ἄξια ὄντα, δ ιὰ τὸ μὴ π ρο ειδέναι, καὶ τοὺς πληρωτὰς τῶν ἐράνων ἐν ὁμολογίᾳ λαβών· ὅπερ ἐποίησεν. ὡς γὰρ εἰπόντος αὐτοῦ ταῦτα ἐγὼ προσωμολόγησα, εὐθὺς ἐκ τῶν γονάτων λαβὼν τῶ ν αὑτοῦ γραμματεῖόν τ ι τὸ ἐγ γεγραμ μ ένον τι τὸ ἐγγ . . Blass: τὸ ἐγγ . . Kenyon: τι προγ . . Colin. ἀνεγίγνωσκ εν . Column 4 ἦσαν δὲ αὗται συνθῆκαι πρὸς ἐμέ· ὧν ἐγὼ ἀναγιγνωσκομένων μὲν ἤκουον, ἔσπευδον μέντοι ἐφʼ ὃ ἧκον τοῦτο διοικήσασθαι, καὶ σημαίνεται τὰς συνθήκας εὐθὺς ἐν τῇ αὐτῇ οἰκίᾳ ἵνα μηδεὶς τῶν εὖ φρονούντων ἀκούσαι τὰ ἐγγεγραμμένα, προσεγγράψας μετʼ ἐμοῦ Νίκωνα τὸν Κηφισιέα. ἐλθόντες δʼ ἐπὶ τὸ μυροπώλιον τὸ μὲν γραμματεῖον τιθέμεθα παρὰ Λυσικλεῖ Λευκονοιεῖ, Λευκονοιεῖ Kenyon: Λευκονοεῖ P. τὰς δὲ τετταράκοντα μνᾶς ἐγὼ καταβαλὼν τὴν ὠνὴν ἐποιησάμην. τούτου δὲ γενομένου προσῄεσάν μοι οἱ χρῆσται οἷς ὠφείλετο παρὰ τῷ Μίδᾳ καὶ οἱ πληρωταὶ τῶν ἐράνων καὶ διελέγοντό μοι· καὶ ἐν τρισὶν μησὶν ἅπαντα τὰ χρέα φανερὰ ἐγεγόνει, ὥστʼ εἶναί μοι σὺ ν τοῖς ἐράνοις, ὅπερ καὶ ἀρτίως εἶπον, πε ρὶ π έντε τάλαντα. ὡς δʼ ᾐσθόμην οὗ ἦν κακοῦ, τότʼ ἤδη τοὺς φίλους καὶ τοὺς οἰκείους συνήγαγον καὶ τὰ ἀντίγραφα τῶν συνθηκ ῶν ἀνεγιγνώσκομεν· ἐν αἷς ἐγέγραπτο μὲν τὸ τοῦ Παγκάλου καὶ τοῦ Πολυκλέους ὄνομα διαρρήδην, καὶ ὅτι μύρων τιμαὶ ὠφείλοντο, ἃ ἦν βραχέα τε καὶ ἐξῆν αὐτοῖς εἰπεῖν ὅτι τὸ μύρον ἄξιον εἴη τοῦ ἀργυρίου τὸ ἐν τ ῷ ἐ ργαστηρίῳ, τὰ δὲ πολλὰ τῶν χρεῶν καὶ τὰ μέγιστα οὐκ ἐνεγέγραπτο ἐπʼ Column 5 ὀνομάτων, ἀλλʼ ἐν προσθήκης μέρει ὡς οὐδὲν ὄντα, καὶ εἴ τῳ ἄλλῳ ὀφείλει τι Μίδας.