τέλος δʼ οὖν, ἵνα μὴ μακρολογῶ, μεταπεμψαμένη γάρ γάρ del. Kenyon. με πάλιν ὕστερον εἶπεν ὅτι πολλοὺς λόγους ἀναλώσασα πρὸς τὸν Ἀθηνογένην μόλις εἴη συμπεπεικυῖα αὐτὸν ἀπολῦσαί μοι τόν τε Μίδαν κα ὶ τ οὺς υἱεῖς ἀμφοτέρους τετταράκοντα μνῶν, καὶ ἐκέλευέ με τὴν ταχίστην πορίζειν τὸ ἀργύριον, πρὶν μεταδόξαι τι Ἀθηνογένει.