<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0030.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg003.perseus-grc2" n="12"><p>βουλευομένοις δʼ ἡμῖν ἔδοξεν πορεύεσθαι πρὸς τοῦτον καὶ διαλέγεσθαι. καὶ καταλαβόντες αὐτὸν πρὸς τοῖς μυροπωλίοις ἠρωτῶμεν εἰ οὐκ αἰσχύνοιτο ψευδόμενος κα<add>ὶ ἐν</add>εδρεύσας ἡμᾶς ταῖς συνθήκαις, οὐ προειπὼν τὰ χρέα. ὁ δʼ ἀπεκρίνατο ἡμῖν ὡς οὔτε τὰ χρέα γιγνώσκοι ἃ λέγομεν, οὔτε προσέχοι ἡμ<add>ῖν</add> τὸν νοῦν, γραμματεῖόν τʼ εἴη αὐτῷ κείμενον πρὸς ἐμὲ περὶ τούτων. πολλῶν δʼ ἀνθρώπων ς<add>υλλ</add>εγομένων καὶ ἐπακουόντων τοῦ πράγματος, διὰ τὸ ἐν τῇ ἀγορᾷ τοὺς λόγους γίγνεσθαι, καὶ κατατεμνόντων αὐτόν, κελευόντων τε <add>ἀπάγ</add>ειν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπάγειν</foreign>  et sq. ad col. 6 finem plerumque restituit Blass.</note> ὡς ἀνδραποδιστή<add>ν, τοῦτο μ</add>ὲν οὐκ ᾠόμεθα<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ᾠόμεθα</foreign>  Weil:  <foreign xml:lang="grc">οἰόμεθα</foreign>  P.</note> δεῖν ποιεῖν, πρ<add>οσεκαλεσά</add>μεθα δὲ αὐτὸν εἰς ὑμᾶς κατὰ <add>τὸν νό</add>μον. πρῶτον μὲν οὖν ὑμῖν τὰς ς<add>υνθή</add>κας ἀναγνώσεται· ἐ<add>ξ αὐτῶ</add>ν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐξ αὐτῶν</foreign>  Revillout.</note> γὰρ τ<add>ῶν</add><note resp="perseus" type="Papyr" xml:lang="eng" place="margin">Column 6</note> γεγρα<add>μμένων</add> μαθήσεσθε τὴν ἐπιβουλὴν αὐτοῦ τούτου. λέγε τὰς συνθήκας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg003.perseus-grc2" n="13"><p rend="align(center)"><label>Συνθήκη</label></p><p rend="align(indent)">τὰ μὲν το<add>ίν</add>υν πεπραγμένα, ὦ ἄνδρες δικασταί, καθʼ ἓν ἕκαστον ἀκηκόατε. ἐρεῖ δὲ πρὸς ὑμᾶς αὐτίκα μάλα Ἀθηνογένης ὡς ὁ νόμος λέγει, ὅσα ἂν ἕτερος ἑτέρῳ ὁμολογήσῃ κύρια εἶναι. τά γε δίκαια, ὦ βέλτιστε· τὰ δὲ μὴ τοὐναντίον ἀπαγορεύει μὴ κύρια εἶναι. ἐξ αὐτῶν δέ σοι τῶν νόμων ἐγὼ φανερώτερον ποιήσω. καὶ γὰρ οὕτω με διατέθεικας καὶ περίφοβον πεποίηκας μὴ ἀπόλωμαι ὑπὸ σοῦ καὶ τῆς δεινότητος τῆς σῆς, ὥστε τούς τε νόμους ἐξετάζειν καὶ μελετᾶν νύκτα καὶ ἡμέραν, πάρεργα τἄλ<add>λα π</add>άντα ποιησάμενον. </p></div></div></body></text></TEI>