<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0030.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg003.perseus-grc2" n="11"><p>καὶ τῶν ἐράνων εἷς μὲν οὖν, [Δικαιοκράτης];,<note resp="Loeb"><foreign xml:lang="grc">Δικαιοκράτης</foreign>  del. Weil.</note> ἐνεγέγραπτο, οὗ ἦσαν λοιπαὶ τρεῖς φοραί· οὗτος μὲν ἐπὶ τοῦ Δικαιοκράτους ὀνόματος ἦν γεγραμμένος, οἱ δʼ ἄλλοι, ἐφʼ οἷς εἰλήφει<note resp="Loeb"><app><lem xml:lang="grc">εἰλήφει</lem></app><foreign xml:lang="grc">ὤφειλε</foreign>   Weil.</note> πάντα ὁ Μίδας, νεοσύλλογοι δʼ ἦσαν, τούτους δʼ οὐκ ἐνέγραψεν ἐν ταῖς συνθήκαις, ἀλλʼ ἀπεκρύψατο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg003.perseus-grc2" n="12"><p>βουλευομένοις δʼ ἡμῖν ἔδοξεν πορεύεσθαι πρὸς τοῦτον καὶ διαλέγεσθαι. καὶ καταλαβόντες αὐτὸν πρὸς τοῖς μυροπωλίοις ἠρωτῶμεν εἰ οὐκ αἰσχύνοιτο ψευδόμενος κα<add>ὶ ἐν</add>εδρεύσας ἡμᾶς ταῖς συνθήκαις, οὐ προειπὼν τὰ χρέα. ὁ δʼ ἀπεκρίνατο ἡμῖν ὡς οὔτε τὰ χρέα γιγνώσκοι ἃ λέγομεν, οὔτε προσέχοι ἡμ<add>ῖν</add> τὸν νοῦν, γραμματεῖόν τʼ εἴη αὐτῷ κείμενον πρὸς ἐμὲ περὶ τούτων. πολλῶν δʼ ἀνθρώπων ς<add>υλλ</add>εγομένων καὶ ἐπακουόντων τοῦ πράγματος, διὰ τὸ ἐν τῇ ἀγορᾷ τοὺς λόγους γίγνεσθαι, καὶ κατατεμνόντων αὐτόν, κελευόντων τε <add>ἀπάγ</add>ειν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπάγειν</foreign>  et sq. ad col. 6 finem plerumque restituit Blass.</note> ὡς ἀνδραποδιστή<add>ν, τοῦτο μ</add>ὲν οὐκ ᾠόμεθα<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ᾠόμεθα</foreign>  Weil:  <foreign xml:lang="grc">οἰόμεθα</foreign>  P.</note> δεῖν ποιεῖν, πρ<add>οσεκαλεσά</add>μεθα δὲ αὐτὸν εἰς ὑμᾶς κατὰ <add>τὸν νό</add>μον. πρῶτον μὲν οὖν ὑμῖν τὰς ς<add>υνθή</add>κας ἀναγνώσεται· ἐ<add>ξ αὐτῶ</add>ν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐξ αὐτῶν</foreign>  Revillout.</note> γὰρ τ<add>ῶν</add><note resp="perseus" type="Papyr" xml:lang="eng" place="margin">Column 6</note> γεγρα<add>μμένων</add> μαθήσεσθε τὴν ἐπιβουλὴν αὐτοῦ τούτου. λέγε τὰς συνθήκας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg003.perseus-grc2" n="13"><p rend="align(center)"><label>Συνθήκη</label></p><p rend="align(indent)">τὰ μὲν το<add>ίν</add>υν πεπραγμένα, ὦ ἄνδρες δικασταί, καθʼ ἓν ἕκαστον ἀκηκόατε. ἐρεῖ δὲ πρὸς ὑμᾶς αὐτίκα μάλα Ἀθηνογένης ὡς ὁ νόμος λέγει, ὅσα ἂν ἕτερος ἑτέρῳ ὁμολογήσῃ κύρια εἶναι. τά γε δίκαια, ὦ βέλτιστε· τὰ δὲ μὴ τοὐναντίον ἀπαγορεύει μὴ κύρια εἶναι. ἐξ αὐτῶν δέ σοι τῶν νόμων ἐγὼ φανερώτερον ποιήσω. καὶ γὰρ οὕτω με διατέθεικας καὶ περίφοβον πεποίηκας μὴ ἀπόλωμαι ὑπὸ σοῦ καὶ τῆς δεινότητος τῆς σῆς, ὥστε τούς τε νόμους ἐξετάζειν καὶ μελετᾶν νύκτα καὶ ἡμέραν, πάρεργα τἄλ<add>λα π</add>άντα ποιησάμενον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg003.perseus-grc2" n="14"><p>ὁ μὲν τοίνυν εἷς νόμος κελεύ<add>ει</add> ἀψευδεῖν ἐν τῇ ἀ<add>γορᾷ</add>,<note resp="Loeb"><foreign xml:lang="grc">ἀγορᾷ</foreign>  Revillout.</note> πάντων, οἶμα<add>ι, π</add>αρά<add>γγελ</add>μα κάλ<add>λιστο</add>ν παραγγέλλων· σὺ <add>δὲ ψε</add>υσάμενο<add>ς ἐν</add> μέσῃ τῇ ἀγορᾷ συν<add>θήκα</add>ς κατʼ ἐμ<add>οῦ ἔθ</add>ου. ἐπεὶ ἐὰν δ<add>είξῃς<note resp="Loeb"><foreign xml:lang="grc">δείξῃς</foreign>Weil.</note> προει</add>πὼν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προειπὼν</foreign>  Revillout.</note> ἐμ<add>οὶ το</add>ὺς ἐράνους <add>καὶ τὰ χρέα, ἢ γράψας ἐν ταῖς συν</add>θήκαις ὅσους <add>ἐπυθόμην, οὐδὲν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπυθόμην, οὐδὲν</foreign>Fuhr.</note> ἀντιλέ</add>γω σοι ἀλλʼ ὁμολογῶ <add>ὀφείλειν. </add></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg003.perseus-grc2" n="15"><p><add>μετὰ δὲ</add> ταῦτα ἕ<add>τερο</add>ς νόμος <add>ἐστὶ περὶ ὧν <note resp="P" type="Papyr">Column 7</note> ὁμολογοῦν</add>τες<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περὶ ὧν</foreign>  Weil:<foreign xml:lang="grc">ὁμολογοῦντες</foreign>  Revillout:  <foreign xml:lang="grc">κεῖται περὶ ὧν οἱ πωλοῦντες</foreign>  Volckmar.</note> ἀλλήλοις συμβάλλουσιν, ὅταν τις πωλῇ ἀνδράποδον προλέγειν ἐάν τι ἔχῃ ἀρρώστημα, εἰ δ<add>ὲ μ</add>ή, ἀναγωγὴ τούτου ἐστίν. καίτοι ὅπου τὰ παρὰ τῆς τύχης νοσήματα ἂν μὴ δηλώσῃ τις πωλῶν οἰκέτ<add>ην</add> ἀνάγειν ἔξεστι, πῶς τά γε παρὰ σοῦ ἀδικήματα συσκευασθέντα οὐκ ἀναδεκτέον σοί ἐστιν; ἀλλὰ μὴν τὸ μὲν ἐπίληπτον ἀνδράποδον οὐ προσαπολλύει τοῦ πριαμένου τὴν οὐσίαν, ὁ δὲ Μίδας, ὃν σύ μοι ἀπέδου, καὶ τὴν τῶν φίλων τῶν ἐμῶν ἀπολώλεκε. </p></div></div></body></text></TEI>