καὶ τῶν ἐράνων εἷς μὲν οὖν, [Δικαιοκράτης];, Δικαιοκράτης del. Weil. ἐνεγέγραπτο, οὗ ἦσαν λοιπαὶ τρεῖς φοραί· οὗτος μὲν ἐπὶ τοῦ Δικαιοκράτους ὀνόματος ἦν γεγραμμένος, οἱ δʼ ἄλλοι, ἐφʼ οἷς εἰλήφει εἰλήφει ὤφειλε Weil. πάντα ὁ Μίδας, νεοσύλλογοι δʼ ἦσαν, τούτους δʼ οὐκ ἐνέγραψεν ἐν ταῖς συνθήκαις, ἀλλʼ ἀπεκρύψατο. βουλευομένοις δʼ ἡμῖν ἔδοξεν πορεύεσθαι πρὸς τοῦτον καὶ διαλέγεσθαι. καὶ καταλαβόντες αὐτὸν πρὸς τοῖς μυροπωλίοις ἠρωτῶμεν εἰ οὐκ αἰσχύνοιτο ψευδόμενος κα ὶ ἐν εδρεύσας ἡμᾶς ταῖς συνθήκαις, οὐ προειπὼν τὰ χρέα. ὁ δʼ ἀπεκρίνατο ἡμῖν ὡς οὔτε τὰ χρέα γιγνώσκοι ἃ λέγομεν, οὔτε προσέχοι ἡμ ῖν τὸν νοῦν, γραμματεῖόν τʼ εἴη αὐτῷ κείμενον πρὸς ἐμὲ περὶ τούτων. πολλῶν δʼ ἀνθρώπων ς υλλ εγομένων καὶ ἐπακουόντων τοῦ πράγματος, διὰ τὸ ἐν τῇ ἀγορᾷ τοὺς λόγους γίγνεσθαι, καὶ κατατεμνόντων αὐτόν, κελευόντων τε ἀπάγ ειν ἀπάγειν et sq. ad col. 6 finem plerumque restituit Blass. ὡς ἀνδραποδιστή ν, τοῦτο μ ὲν οὐκ ᾠόμεθα ᾠόμεθα Weil: οἰόμεθα P. δεῖν ποιεῖν, πρ οσεκαλεσά μεθα δὲ αὐτὸν εἰς ὑμᾶς κατὰ τὸν νό μον. πρῶτον μὲν οὖν ὑμῖν τὰς ς υνθή κας ἀναγνώσεται· ἐ ξ αὐτῶ ν ἐξ αὐτῶν Revillout. γὰρ τ ῶν Column 6 γεγρα μμένων μαθήσεσθε τὴν ἐπιβουλὴν αὐτοῦ τούτου. λέγε τὰς συνθήκας. Συνθήκη τὰ μὲν το ίν υν πεπραγμένα, ὦ ἄνδρες δικασταί, καθʼ ἓν ἕκαστον ἀκηκόατε. ἐρεῖ δὲ πρὸς ὑμᾶς αὐτίκα μάλα Ἀθηνογένης ὡς ὁ νόμος λέγει, ὅσα ἂν ἕτερος ἑτέρῳ ὁμολογήσῃ κύρια εἶναι. τά γε δίκαια, ὦ βέλτιστε· τὰ δὲ μὴ τοὐναντίον ἀπαγορεύει μὴ κύρια εἶναι. ἐξ αὐτῶν δέ σοι τῶν νόμων ἐγὼ φανερώτερον ποιήσω. καὶ γὰρ οὕτω με διατέθεικας καὶ περίφοβον πεποίηκας μὴ ἀπόλωμαι ὑπὸ σοῦ καὶ τῆς δεινότητος τῆς σῆς, ὥστε τούς τε νόμους ἐξετάζειν καὶ μελετᾶν νύκτα καὶ ἡμέραν, πάρεργα τἄλ λα π άντα ποιησάμενον. ὁ μὲν τοίνυν εἷς νόμος κελεύ ει ἀψευδεῖν ἐν τῇ ἀ γορᾷ , ἀγορᾷ Revillout. πάντων, οἶμα ι, π αρά γγελ μα κάλ λιστο ν παραγγέλλων· σὺ δὲ ψε υσάμενο ς ἐν μέσῃ τῇ ἀγορᾷ συν θήκα ς κατʼ ἐμ οῦ ἔθ ου. ἐπεὶ ἐὰν δ είξῃς δείξῃς Weil. προει πὼν προειπὼν Revillout. ἐμ οὶ το ὺς ἐράνους καὶ τὰ χρέα, ἢ γράψας ἐν ταῖς συν θήκαις ὅσους ἐπυθόμην, οὐδὲν ἐπυθόμην, οὐδὲν Fuhr. ἀντιλέ γω σοι ἀλλʼ ὁμολογῶ ὀφείλειν. μετὰ δὲ ταῦτα ἕ τερο ς νόμος ἐστὶ περὶ ὧν Column 7 ὁμολογοῦν τες περὶ ὧν Weil: ὁμολογοῦντες Revillout: κεῖται περὶ ὧν οἱ πωλοῦντες Volckmar. ἀλλήλοις συμβάλλουσιν, ὅταν τις πωλῇ ἀνδράποδον προλέγειν ἐάν τι ἔχῃ ἀρρώστημα, εἰ δ ὲ μ ή, ἀναγωγὴ τούτου ἐστίν. καίτοι ὅπου τὰ παρὰ τῆς τύχης νοσήματα ἂν μὴ δηλώσῃ τις πωλῶν οἰκέτ ην ἀνάγειν ἔξεστι, πῶς τά γε παρὰ σοῦ ἀδικήματα συσκευασθέντα οὐκ ἀναδεκτέον σοί ἐστιν; ἀλλὰ μὴν τὸ μὲν ἐπίληπτον ἀνδράποδον οὐ προσαπολλύει τοῦ πριαμένου τὴν οὐσίαν, ὁ δὲ Μίδας, ὃν σύ μοι ἀπέδου, καὶ τὴν τῶν φίλων τῶν ἐμῶν ἀπολώλεκε.