ὡς δʼ ᾐσθόμην οὗ ἦν κακοῦ, τότʼ ἤδη τοὺς φίλους καὶ τοὺς οἰκείους συνήγαγον καὶ τὰ ἀντίγραφα τῶν συνθηκ ῶν ἀνεγιγνώσκομεν· ἐν αἷς ἐγέγραπτο μὲν τὸ τοῦ Παγκάλου καὶ τοῦ Πολυκλέους ὄνομα διαρρήδην, καὶ ὅτι μύρων τιμαὶ ὠφείλοντο, ἃ ἦν βραχέα τε καὶ ἐξῆν αὐτοῖς εἰπεῖν ὅτι τὸ μύρον ἄξιον εἴη τοῦ ἀργυρίου τὸ ἐν τ ῷ ἐ ργαστηρίῳ, τὰ δὲ πολλὰ τῶν χρεῶν καὶ τὰ μέγιστα οὐκ ἐνεγέγραπτο ἐπʼ Column 5 ὀνομάτων, ἀλλʼ ἐν προσθήκης μέρει ὡς οὐδὲν ὄντα, καὶ εἴ τῳ ἄλλῳ ὀφείλει τι Μίδας.