<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0030.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg003.perseus-grc2" n="10"><p>ὡς δʼ ᾐσθόμην οὗ ἦν κακοῦ, τότʼ ἤδη τοὺς φίλους καὶ τοὺς οἰκείους συνήγαγον καὶ τὰ ἀντίγραφα τῶν συνθηκ<add>ῶν</add> ἀνεγιγνώσκομεν· ἐν αἷς ἐγέγραπτο μὲν τὸ τοῦ Παγκάλου καὶ τοῦ Πολυκλέους ὄνομα διαρρήδην, καὶ ὅτι μύρων τιμαὶ ὠφείλοντο, ἃ ἦν βραχέα τε καὶ ἐξῆν αὐτοῖς εἰπεῖν ὅτι τὸ μύρον ἄξιον εἴη τοῦ ἀργυρίου τὸ ἐν τ<add>ῷ ἐ</add>ργαστηρίῳ, τὰ δὲ πολλὰ τῶν χρεῶν καὶ τὰ μέγιστα οὐκ ἐνεγέγραπτο ἐπʼ <note resp="perseus" type="Papyr" xml:lang="eng" place="margin">Column 5</note> ὀνομάτων, ἀλλʼ ἐν προσθήκης μέρει ὡς οὐδὲν ὄντα, <q>καὶ εἴ τῳ ἄλλῳ ὀφείλει τι Μίδας.</q> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0030.tlg003.perseus-grc2" n="11"><p>καὶ τῶν ἐράνων εἷς μὲν οὖν, [Δικαιοκράτης];,<note resp="Loeb"><foreign xml:lang="grc">Δικαιοκράτης</foreign>  del. Weil.</note> ἐνεγέγραπτο, οὗ ἦσαν λοιπαὶ τρεῖς φοραί· οὗτος μὲν ἐπὶ τοῦ Δικαιοκράτους ὀνόματος ἦν γεγραμμένος, οἱ δʼ ἄλλοι, ἐφʼ οἷς εἰλήφει<note resp="Loeb"><app><lem xml:lang="grc">εἰλήφει</lem></app><foreign xml:lang="grc">ὤφειλε</foreign>   Weil.</note> πάντα ὁ Μίδας, νεοσύλλογοι δʼ ἦσαν, τούτους δʼ οὐκ ἐνέγραψεν ἐν ταῖς συνθήκαις, ἀλλʼ ἀπεκρύψατο. </p></div></div></body></text></TEI>