εἶτα περὶ Column 6 καιρῶν αὐτίκα δὴ τολμήσετε λέγειν τοὺς κατὰ τῆς πόλεως καιροὺς [οὐ] οὐ del. Koehler: οὕτω Thalheim: ὡς οὐ ci. Kenyon: οἱ Weil. παραφυλάξαντες; καὶ τὰ παιδία ἥκεις ἔχων εἰς τὸ δικαστήριον, καὶ ἀναβιβάσας αὐτίκα δὴ ἀξιώσεις ὑπὸ τούτων ἐλεεῖσθαι; ἀλλʼ οὐ δίκαιον· ὅτε γὰρ ἡ πόλις ὑπὸ τῶν ἄλλων ᾠκτείρετο διὰ τὰ συμβάν τα , τόθʼ ὑφʼ ὑμῶν ἐξυβρίζετο. καίτοι οὗτοι μὲν τὴν Ἑλλάδα σῴζειν προελόμενοι ἀνάξια τῶν φρονημάτων ἔπασχον, σὺ δὲ τὴν πόλιν εἰς τὰς ἐσχάτας αἰσχύνας ἀδίκως καθιστὰς νυνὶ δικαίως τιμωρίας τεύξῃ.