καὶ ἓν μὲν σῶμα ἀθάνατον ὑπ είλη φας ἔσεσθαι, πόλεως δὲ τηλικαύτης θάνατον κατέγνως, οὐδʼ ἐκεῖνο συνιδών, ὅτι τῶν μὲν τυράννων οὐδεὶς πώποτε τελευτήσας ἀνεβίωσεν, πόλεις δὲ πολλαὶ ἄρδην ἀναιρεθεῖσαι πάλιν ἴσχυσαν. οὐδὲ τὰ ἐπὶ τῶν τριάκοντα ἐλογίσασθε, οὐδʼ ὡς καὶ τῶν ἐπιστρατευσάντων καὶ τῶν ἔνδοθεν συνεπιθεμένων αὐτῇ περιεγένετο, ἀλλὰ φανεροὶ ἐγένεσθε καιροφυλακοῦντες τὴν πόλιν εἴ ποτε δοθήσεται ἐξουσία λέγειν τι ἢ πράττειν κατὰ τοῦ δήμου. εἶτα περὶ Column 6 καιρῶν αὐτίκα δὴ τολμήσετε λέγειν τοὺς κατὰ τῆς πόλεως καιροὺς [οὐ] οὐ del. Koehler: οὕτω Thalheim: ὡς οὐ ci. Kenyon: οἱ Weil. παραφυλάξαντες; καὶ τὰ παιδία ἥκεις ἔχων εἰς τὸ δικαστήριον, καὶ ἀναβιβάσας αὐτίκα δὴ ἀξιώσεις ὑπὸ τούτων ἐλεεῖσθαι; ἀλλʼ οὐ δίκαιον· ὅτε γὰρ ἡ πόλις ὑπὸ τῶν ἄλλων ᾠκτείρετο διὰ τὰ συμβάν τα , τόθʼ ὑφʼ ὑμῶν ἐξυβρίζετο. καίτοι οὗτοι μὲν τὴν Ἑλλάδα σῴζειν προελόμενοι ἀνάξια τῶν φρονημάτων ἔπασχον, σὺ δὲ τὴν πόλιν εἰς τὰς ἐσχάτας αἰσχύνας ἀδίκως καθιστὰς νυνὶ δικαίως τιμωρίας τεύξῃ. διὰ τί γὰρ ἂν ἂν add. Herwerden. τούτου φείσαισθε; πότερα διότι δημοτικός ἐστιν; ἀλλὰ ἴστʼ αὐτὸν τοῖς μὲν τυράννοις δουλεύειν προελόμενον, τῷ δὲ δήμῳ προστάττειν ἀξιοῦντα. ἀλλʼ ὅτι χρηστός; ἀλλὰ δὶς Column 7 αὐτοῦ ἀ δικί αν κατέγνωτε. ναί, ἀ λλ ὰ χρήσιμος· ἀλλʼ εἰ χρής ες θε τῷ ὑφʼ ὑμῶν ὁμολ ογ ουμένως πονηρῷ κρ ιθέντι, ἢ κρίνειν κακῶς δόξετε ἢ πονηρῶν ἀν θρώπων ἐπιθυμ εῖν. ο ὐκοῦν οὐκ ἄξιον τὰ τούτ ου ἀδικήματα αὐτ οὺς αὐτοὺς Blass. ἀν αδέχεσθαι, ἀλλὰ τ ιμωρεῖ σθ αι τὸν ἀδικοῦν τα . καὶ ἂ ν ἂν Jenson: ἐὰν Kenyon. ἄρα λέγῃ τις ἀναβὰς ὡς δὶς ἥλωκεν πρότερον παρανόμων, καὶ διὰ τοῦτο φῇ δεῖν ὑμᾶς ἀποψηφίσασθαι, τοὐναντίον ποιεῖτε κατʼ ἀμφότερα. πρῶτον μὲν ὅ τι ε ὐτύχημά ἐστιν τὸν ὁμολογουμένως τὰ παράνομα γράφοντα τὸ τρίτον κρινόμενον λαβεῖν· οὐ γὰρ ὥσπερ ἀγαθοῦ τινος φείδεσθαι προσήκει τούτου, ἀλλὰ τὴν ταχίστην ἀπηλλάχθαι, ὅς γε τοῦ τρόπου δὶς ἤδη ἐν ὑμῖν Column 8 βάσανον δέδωκεν. ἔπειτα δέ, ὥσπερ τοῖς τῶν ψευδομαρτυρίων δὶς ἡλωκόσιν δεδώκατε ὑμεῖς τὸ τρίτον μὴ μαρτυρεῖν μηδʼ οἷς ἂν παραγένωνται, ἵνα μηδενὶ τῶν πολιτῶν ᾖ τὸ ὑμέτερον πλῆθος αἴτιον τοῦ ἠτιμῶσθαι, ἀλλʼ αὐ τὸ ς α ὑ τῷ, ἂν μὴ παύηται τὰ ψευδῆ μαρτυρῶν, οὕτω καὶ τοῖς ἡλωκόσι παρανόμων ἔξεστιν μηκέτι γράφειν, εἰ δὲ μή, δῆλόν ἐστιν ὅτι ἰδίου τινὸς ἕνεκα τοῦτο ποιοῦσιν· ὥστε οὐκ οἴκτου οἱ τοιοῦτοι ἄξιοί εἰσιν, ἀλλὰ τιμωρίας.