ὑμεῖς γάρ με, ὦ ἄνδρες δικασταί, Column 14 πρῶτον μὲν φύλαρχον ἐχειροτονήσατε, ἔπειτα εἰς Λῆμνον ἵππαρχον· καὶ ἦρξα μὲν αὐτόθι δύʼ ἔτη τῶν πώποθʼ ἱππαρχηκότων μόνος, προσκατέμεινα δὲ αὐτόθι τὸν τρίτον ἐνιαυτόν, οὐ βουλόμενος πολίτας ἄνδρας ἐπὶ κεφαλὴν εἰσπράττειν τὸν μισθὸν τοῖς ἱππεῦσιν ἀπόρως διακειμένους. καὶ ἐν τούτῳ μοι τῷ χρόνῳ ἔγκλημα μὲν οὐδεὶς τῶν ἐκεῖ ἐνεκάλεσεν οὔτε ἰδίᾳ οὔτε δημοσίᾳ, στεφάνοις δὲ τρισὶν ἐστεφανώθην ὑπὸ τοῦ δ ήμ ου τοῦ ἐν Ἡφαις τί ᾳ καὶ ἑτέροις ὑ πὸ τοῦ ἐν Μυρίνῃ· ἃ χρ ὴ χρὴ Blass. τεκμήρια ὑμῖν ε ἶν αι εἶναι Sauppe. εἰς τοῦτον τὸν Column 15 ἀγῶνα, ὡς ψευδεῖς κατʼ ἐμοῦ αἱ αἱ add. Babington. αἰτίαι εἰσίν. οὐ γὰρ οἷόν τε τὸν Ἀθήνησι πονηρὸν ἐν Λήμνῳ χρηστὸν εἶναι, οὐδʼ ὑμεῖς ὡς τοιοῦτον ὄντα με ἀπεστέλλετε ἐκεῖσε, παρακατατιθέμενοι δύο πόλεις τῶν ὑμετέρων αὐτῶν.