τούτῳ μὲν οὖν ἔξεστιν, ὦ ὦ add. Babington, quod dubium an A supra versum habeat. ἄνδρες δικασταί, καὶ λέγειν ὅ τι ἂν βούληται καὶ καταψεύδεσθαι, ὑμᾶς δʼ οἶμαι δεῖν οὐκ ἐκ τῶν τοῦ κατηγόρου Column 12 διαβολῶν περὶ ἐμοῦ δικάζειν, ἀλλʼ ἐξ ἅπαντος τοῦ βίου ὃν βεβίωκα ἐξετάσαντας. λαθεῖν γὰρ τὸ πλῆθος τὸ ὑμέτερον οὐκ ἔνι οὔτε πονηρὸν ὄντα οὐδένα τῶν ἐν τῇ πόλει οὔτε ἐπιεικῆ, ἀλλʼ ὁ παρεληλυθὼς χρόνος μάρτυς ἐστὶν ἑκάστῳ τοῦ τρόπου ἀκριβέστατος, ἄλλως τε δὴ καὶ περὶ τούτων τῶν αἰτιῶν οἵα αὕτη ἐστ ίν. ὅσα μὲν γὰρ τῶ ν ἀδικημάτων ἐν ἁ πάσῃ τῇ ἡλικίᾳ τῇ τῇ Sauppe. τοῦ ἀνθρώπου ἐνδέ χεται ἐνδέχεται usque ad τοιοῦτος plerumque restituit Babington. ἀδικῆ σαι, τα ῦτα μὲν δεῖ σκοπεῖ ν ἀπʼ αὐτοῦ τοῦ ἐγκλή ματος ἐγκλήματος Blass: ἀξιώματος Babington. οὗ ἂν ἔχῃ τις· μο ιχεύειν δʼ οὐκ ἐνδέ χεται ἀπὸ πεντήκο ντα ἐτῶν ἄνθρωπον ἄνθρωπον olim Jensen: ἀρξάμενον Babington. ἀλλʼ ἢ πά λαι τοιοῦτ ός See note on ἐενδέχεται above. ἐστιν, ὃ δειξάτωσαν οὗτοι, Column 13 ἢ ψευδῆ τὴν αἰτίαν εἰκὸς εἶναι. ἐγὼ τοίνυν, ὦ ἄνδρες δικασταί, μεθʼ ὑμῶν διατρίβων ἐν τῇ πόλει τὸν ἅπαντα χρόνον, οὔτε αἰτίαν πονηρὰν οὐδεμίαν πώποτʼ ἔλαβον, οὔτʼ ἔγκλημά μοι πρὸς οὐδένα τῶν πολιτῶν γέγονεν, οὐδὲ πέφευγα δίκην οὐδεμίαν, οὐδʼ ἕτερον δεδίωχα, ἱπποτροφῶν δὲ διατετέλεκα φιλοτίμως τὸν ἅπαντα χρόνον παρὰ δύναμιν καὶ ὑπὲρ τὴν οὐσίαν τὴν ἐμαυτοῦ. ἐστεφάνωμαι δʼ ὑπό τε τῶν ἱππέων πάντων ἀνδραγαθίας ἕνεκα, καὶ ὑπὸ τῶν συναρχόντων. ὑμεῖς γάρ με, ὦ ἄνδρες δικασταί, Column 14 πρῶτον μὲν φύλαρχον ἐχειροτονήσατε, ἔπειτα εἰς Λῆμνον ἵππαρχον· καὶ ἦρξα μὲν αὐτόθι δύʼ ἔτη τῶν πώποθʼ ἱππαρχηκότων μόνος, προσκατέμεινα δὲ αὐτόθι τὸν τρίτον ἐνιαυτόν, οὐ βουλόμενος πολίτας ἄνδρας ἐπὶ κεφαλὴν εἰσπράττειν τὸν μισθὸν τοῖς ἱππεῦσιν ἀπόρως διακειμένους. καὶ ἐν τούτῳ μοι τῷ χρόνῳ ἔγκλημα μὲν οὐδεὶς τῶν ἐκεῖ ἐνεκάλεσεν οὔτε ἰδίᾳ οὔτε δημοσίᾳ, στεφάνοις δὲ τρισὶν ἐστεφανώθην ὑπὸ τοῦ δ ήμ ου τοῦ ἐν Ἡφαις τί ᾳ καὶ ἑτέροις ὑ πὸ τοῦ ἐν Μυρίνῃ· ἃ χρ ὴ χρὴ Blass. τεκμήρια ὑμῖν ε ἶν αι εἶναι Sauppe. εἰς τοῦτον τὸν Column 15 ἀγῶνα, ὡς ψευδεῖς κατʼ ἐμοῦ αἱ αἱ add. Babington. αἰτίαι εἰσίν. οὐ γὰρ οἷόν τε τὸν Ἀθήνησι πονηρὸν ἐν Λήμνῳ χρηστὸν εἶναι, οὐδʼ ὑμεῖς ὡς τοιοῦτον ὄντα με ἀπεστέλλετε ἐκεῖσε, παρακατατιθέμενοι δύο πόλεις τῶν ὑμετέρων αὐτῶν.