σὺ δὲ οὐ μόνον περὶ τῶν συνηγόρων τοὺς λόγους πεποίησαι, ἀλλὰ καὶ τὴν ἀπολογίαν τὴν ἐμὴν διατάττεις· καὶ παραγγέλλεις τοῖς δικασταῖς περὶ ὧν δεῖ αὐτοὺς ἀκούειν καὶ καὶ add. Kayser: ἀκούειν del. Schneidewin. κελεύειν με ἀπολογεῖσθαι, καὶ περὶ ὧν μὴ ἐᾶν λέγειν. καὶ τοῦτο πῶς καλῶς ἔχει, σὲ μὲν ὅπως ἠβούλου τὴν κατηγορίαν ποιήσασθαι, Column 10 προειδότα δὲ ἃ ἔχω ἐγὼ δίκαια λέγειν πρὸς τὰ παρὰ σοῦ ἐψευσμένα, ὑφαιρεῖσθαί μου τὴν ἀπολογίαν;