τί γὰρ τοῦτον οὐκ ἂν οἴεσθε ἀποδόσθαι τῶν ἐν τῇ πόλει σπουδαιοτάτων, ὅταν ὑμεῖς ὡς πιστὸν αὐτὸν καὶ δίκαιον φύλακα καταστήσητε; ποίας οὐκ ἂν προδοῦναι τριήρεις τῶν ἐν τοῖς νεωρίοις; ἢ τίνος ἂν φροντίσαι φυλακῆς, λήσειν ἐλπίσαντα καὶ λήψεσθαι λήψεσθαι Α corr. (2) N corr. (2): λήψεσθε Α pr. N pr. διπλάσιον οὗ νῦν εἴληφε χρυσίου; οὐδὲν ὅ τι οὐκ ἂν ὁ τοιοῦτος, ὦ ἄνδρες, ποιήσειεν. ὅστις γὰρ ἀργύριον καὶ χρυσίον περὶ πλείονος τῆς πρὸς ὑμᾶς πίστεως ἡγεῖται ἡγεῖται Baiter et Sauppe: αἱρεῖται codd. καὶ μήθʼ ὅρκου μήτʼ αἰσχύνης μήτε δικαίου πλείω λόγον ἢ τοῦ λαμβάνειν ποιεῖται, οὗτος ἀποδώσεται τὸ καθʼ αὑτὸν τὴν Μουνιχίαν, ἂν ἔχῃ τὸν ὠνησόμενον, οὗτος ἐξαγγελεῖ τοῖς πολεμίοις σύνθημα φήνας καθʼ ὑμῶν, οὗτος προδώσει τὴν τὴν om. N. πεζὴν πεζὴν Ν: πεζικὴν Α. καὶ ναυτικὴν δύναμιν.