οἴεσθε τοῦτον νῦν πρῶτον ἐπὶ τούτων τῶν χρημάτων πονηρὸν γεγενῆσθαι, ἢ νῦν πρῶτον καθʼ ὑμῶν δῶρα εἰληφέναι; οὐκ ἔστι ταῦτα, ἀλλὰ πάλαι τοιοῦτος ὢν ἐλάνθανεν ὑμᾶς, καὶ ηὐτυχήκαθʼ ὅτι ηὐτυχήκαθ’ ὅτι Vogel: ηὐτύχει καθότι Α: εὐτύχει καθότι Ν. οὐκ ἐν μείζοσι καιροῖς ἐπύθεσθε τὴν αἰσχροκέρδειαν αὐτοῦ· οὐ γάρ ἐστι χαλεπώτερον ἀνθρώπου τὴν αὑτοῦ αὑτοῦ N corr. (2): αὐτὴν N pr. A, del. Maetzner. πονηρίαν ἀγνοουμένην ἔχοντος. οὐκ ἀποκτενεῖτε, ὦ Ἀθηναῖοι, πάντες ὁμοθυμαδὸν τὸν εἰς τοσαύτην αἰσχύνην καὶ ἀδικίαν πολλοὺς τῶν πολιτῶν τῶν πολιτῶν om. A. ἐμβεβληκότα, τὸν ἀρχηγὸν γενόμενον τοῦ διαδεδομένου χρυσίου καὶ εἰς αἰτίαν καθιστάντα καθιστάντα Stephanus: καθίσαντα codd. πᾶσαν τὴν πόλιν; ἀλλʼ ὑπομενεῖτʼ ἀκούειν τοῦ τοσαῦτα διαπεπραγμένου καθʼ ὑμῶν, ὡς [ὅτι] ὅτι del. Maetzner. τὸ συνέδριον τὸ ἐν Ἀρείῳ πάγῳ ψευδεῖς πεποίηται τὰς ἀποφάσεις, καὶ ὡς αὐτὸς μὲν δίκαιος καὶ χρηστὸς καὶ ἀδωροδόκητός ἐστιν, ἡ δʼ ἐξ Ἀρείου πάγου βουλὴ ταῦτα πάντα προεῖται χάριτος ἢ λημμάτων λημμάτων Ν: λήμματος Α. ἕνεκα; ἆρʼ ἴσθʼ ὅτι ἐπὶ μὲν τῶν ἄλλων ἀδικημάτων σκεψαμένους ἀκριβῶς δεῖ μεθʼ ἡσυχίας καὶ τἀληθὲς ἐξετάσαντας, οὕτως ἐπιτιθέναι τοῖς ἠδικηκόσι τὴν τιμωρίαν, ἐπὶ δὲ ταῖς φανεραῖς καὶ παρὰ πάντων ὡμολογημέναις προδοσίαις πρώτην πρώτην Reiske: πρῶτον codd. τετάχθαι τὴν ὀργὴν καὶ τὴν μετʼ αὐτῆς αὐτῆς Bekker: αὐτὴν codd. γιγνομένην τιμωρίαν; τί γὰρ τοῦτον οὐκ ἂν οἴεσθε ἀποδόσθαι τῶν ἐν τῇ πόλει σπουδαιοτάτων, ὅταν ὑμεῖς ὡς πιστὸν αὐτὸν καὶ δίκαιον φύλακα καταστήσητε; ποίας οὐκ ἂν προδοῦναι τριήρεις τῶν ἐν τοῖς νεωρίοις; ἢ τίνος ἂν φροντίσαι φυλακῆς, λήσειν ἐλπίσαντα καὶ λήψεσθαι λήψεσθαι Α corr. (2) N corr. (2): λήψεσθε Α pr. N pr. διπλάσιον οὗ νῦν εἴληφε χρυσίου; οὐδὲν ὅ τι οὐκ ἂν ὁ τοιοῦτος, ὦ ἄνδρες, ποιήσειεν. ὅστις γὰρ ἀργύριον καὶ χρυσίον περὶ πλείονος τῆς πρὸς ὑμᾶς πίστεως ἡγεῖται ἡγεῖται Baiter et Sauppe: αἱρεῖται codd. καὶ μήθʼ ὅρκου μήτʼ αἰσχύνης μήτε δικαίου πλείω λόγον ἢ τοῦ λαμβάνειν ποιεῖται, οὗτος ἀποδώσεται τὸ καθʼ αὑτὸν τὴν Μουνιχίαν, ἂν ἔχῃ τὸν ὠνησόμενον, οὗτος ἐξαγγελεῖ τοῖς πολεμίοις σύνθημα φήνας καθʼ ὑμῶν, οὗτος προδώσει τὴν τὴν om. N. πεζὴν πεζὴν Ν: πεζικὴν Α. καὶ ναυτικὴν δύναμιν.