ἐγὼ δέ, ὦ ἄνδρες, ἄνδρες Α: Ἀθηναῖοι Ν. εἰ δεῖ τἀληθῆ λέγειν — δεῖ δέ —, οὐ οὐ Maetzner: οὐδὲ codd. τὰς ἀποφάσεις οἶμαι νῦν κρίνεσθαι, πότερον ἀληθεῖς εἰσιν ἢ ψευδεῖς αἱ κατὰ Φιλοκλέους γεγενημέναι, ἀλλὰ περὶ μόνης μόνης Reiske: μὲν codd. τῆς τιμωρίας ὑμᾶς δεῖν τῆς ἐν τῷ ψηφίσματι γεγραμμένης δικάσαι νῦν, πότερα δεῖ χρημάτων τιμῆσαι τῷ τηλικαῦτα ἠδικηκότι τὴν πόλιν, ἢ θανάτῳ ζημιώσαντας, ὥσπερ οὗτος ἔγραψεν ἐν τῷ ψηφίσματι καθʼ αὑτοῦ, [ἢ] ἢ del. Reiske. δημεῦσαι τὴν οὐσίαν τὴν ἐκ τοιούτων λημμάτων συνειλεγμένην. οἴεσθε τοῦτον νῦν πρῶτον ἐπὶ τούτων τῶν χρημάτων πονηρὸν γεγενῆσθαι, ἢ νῦν πρῶτον καθʼ ὑμῶν δῶρα εἰληφέναι; οὐκ ἔστι ταῦτα, ἀλλὰ πάλαι τοιοῦτος ὢν ἐλάνθανεν ὑμᾶς, καὶ ηὐτυχήκαθʼ ὅτι ηὐτυχήκαθ’ ὅτι Vogel: ηὐτύχει καθότι Α: εὐτύχει καθότι Ν. οὐκ ἐν μείζοσι καιροῖς ἐπύθεσθε τὴν αἰσχροκέρδειαν αὐτοῦ· οὐ γάρ ἐστι χαλεπώτερον ἀνθρώπου τὴν αὑτοῦ αὑτοῦ N corr. (2): αὐτὴν N pr. A, del. Maetzner. πονηρίαν ἀγνοουμένην ἔχοντος.