ἃ χρὴ λογισαμένους ὑμᾶς πάντας, πάντας add. N. ὦ Ἀθηναῖοι, καὶ τῶν παρόντων καιρῶν ἀναμνησθέντας, οἳ πίστεως οὐ δωροδοκίας δέονται, μισεῖν τοὺς πονηρούς, ἀνελεῖν ἐκ τῆς πόλεως πόλεως Ν: πολιτείας Α. τὰ τοιαῦτα θηρία, καὶ δεῖξαι πᾶσιν ἀνθρώποις ὅτι οὐ συνδιέφθαρται τὸ τοῦ δήμου πλῆθος τῶν ῥητόρων καὶ τῶν στρατηγῶν τισιν, οὐδὲ δουλεύει ταῖς δόξαις, εἰδότας εἰδότας Ald.: εἰδότες ΝΑ. ὅτι μετὰ μὲν δικαιοσύνης καὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας ῥᾳδίως ἀμυνούμεθα, θεῶν ἵλεων ὄντων, ἐάν τινες ἡμῖν ἡμῖν A corr. (2): ὑμῶν A pr. N. ἀδίκως ἐπιτιθῶνται, μετὰ δὲ δωροδοκίας καὶ προδοσίας καὶ τῶν ὁμοίων τούτοις κακῶν, ἃ τοῖς τοιούτοις ἀνθρώποις πρόσεστιν, οὐδεμίʼ ἂν οὐδεμίʼ ἂν Bekker: οὐδεμία codd. πόλις σωθείη. μηδεμίαν οὖν δέησιν, ὦ Ἀθηναῖοι, μηδʼ ἔλεον εἰς ὑμᾶς λαμβάνοντες λαμβάνοντες] del. Thalheim, qui post αὐτοὺς excidisse προσεμένοι vel aliud simile putat. αὐτούς, μηδὲ τὴν ἐξ αὐτῶν τῶν ἔργων καὶ τῆς ἀληθείας ἀποδεδειγμένην ὑμῖν κατὰ τῶν κρινομένων ἀδικίαν Post ἀδικίαν lacunam indicavit Sauppe, qui totum locum sic restituit: μηδʼ ἔλεον δεξάμενοι μηδὲ τὴν ἐξ αὐτῶν κτλ. . . . ἀδικίαν εἰς ὑμᾶς λαμβάνοντες αὐτοὺς μηδὲ τὴν τῆς βουλῆς ἀπόφασιν ἄκυρον ποιήσαντες κτλ. ἄκυρον ποιήσαντες, βοηθήσατε κοινῇ τῇ πατρίδι καὶ τοῖς νόμοις· ταῦτα γὰρ ἀμφότερα διαδικάζεται νῦν πρὸς τὴν τούτου πονηρίαν.