ὑμεῖς δʼ οἱ τῆς δημοκρατίας καὶ τῶν νόμων φύλακες, οἷς οἷς Reiske: οὓς codd.: οἷς et δικάσαι infra pro δικάσοντας Sauppe; sed inter φύλακες et ἐπέτρεψεν nonnihil excidisse videtur: post δικάσοντας lacunam indicavit Blass, qui οὓς retinuit: sensum ita supplet Reiske: οἷς ἡ τύχη . . . τὸ ὑπὲρ τοῦ δήμου ἀμύνεσθαι δικάσοντας ἐπέτρεψεν. ἡ τύχη καὶ ὁ κλῆρος ὑπὲρ τοῦ τοῦ add. A corr. (2) δήμου δικάσοντας ἐπέτρεψεν, φείσεσθε τοῦ τοιαῦτα διαπεπραγμένου, καὶ τὸ πέρας ἔχοντες τῶν ἐν τῇ πόλει ἁπάντων δικαίων ἀτιμώρητον ἀφήσετε τὸν δωροδόκον καὶ πάντων τῶν γεγενημένων κακῶν αἴτιον, ὅς, ὅπερ καὶ μικρῷ πρότερον εἶπον, μόνος τῶν πονηρῶν πάντων τρὶς οὐχ ἅπαξ ἀποπέφανται, καὶ τρὶς ἤδη δικαίως [ἂν] ἂν add. Reiske. ἐζημιωμένος θανάτῳ κατὰ τὸ αὑτοῦ ψήφισμα. τί οὖν ἀναμενεῖτʼ, ὦ Ἀθηναῖοι; καὶ ποῖα ἀδικήματα ζητεῖτε ἕτερα μείζω τῶν εἰρημένων ἀκοῦσαι; οὐχ ὑμεῖς ἐστε καὶ οἱ ὑμέτεροι πρόγονοι οἱ Τιμοθέῳ Cf. διν. 1.14 . Πελοπόννησον περιπλεύσαντι καὶ τὴν ἐν Κερκύρᾳ ναυμαχίαν Λακεδαιμονίους νικήσαντι καὶ Κόνωνος υἱεῖ τοῦ τοῦ add. A corr. (2) τοὺς Ἕλληνας ἐλευθερώσαντος ἐλευθερώσαντος A corr. (2): ἐλευθερώσαντι A pr. N. καὶ Σάμον λαβόντι λαβόντι N A pr.: λαβόντος A corr. (2) καὶ Μεθώνην καὶ Πύδναν καὶ Ποτείδαιαν, καὶ πρὸς ταύταις ἑτέρας εἴκοσι πόλεις, οὐδὲν τούτων ὑπόλογον ποιησάμενοι; οὐδὲ τῆς τότε ἐνεστώσης κρίσεως καὶ τῶν ὅρκων οὓς ὀμωμοκότες φέρετε τὴν ψῆφον ἀντικαταλλαξάμενοι τὰς τηλικαύτας εὐεργεσίας, ἀλλʼ ἑκατὸν ταλάντων τιμήσαντες, ὅτι χρήματʼ αὐτὸν Ἀριστοφῶν ἔφη παρὰ Χίων εἰληφέναι καὶ Ῥοδίων; τὸν δὲ μιαρὸν ἄνθρωπον καὶ προδότην, ὃν οὐχ εἷς ἀνὴρ ἀλλὰ πᾶσα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ζητήσασα ἀποπέφαγκε χρήματʼ ἔχειν καθʼ ὑμῶν, ὃς οὐσίαν ἔχων πολλὴν καὶ παίδων ἀρρένων οὐκ ὄντων αὐτῷ, καὶ οὐδενὸς ἄλλου δεόμενος ὧν ἂν ἂν add. Bekker. ἄνθρωπος μέτριος δεηθείη, οὐκ ἀπέσχετο χρημάτων διδομένων κατὰ τῆς πατρίδος, οὐδʼ ἀπεκρύψατο τὴν ἔμφυτον πονηρίαν, ἀλλʼ ἀνεῖλε πᾶσαν τὴν γεγενημένην αὑτῷ πρὸς ὑμᾶς πίστιν, καὶ οἷς πρότερον ἔφη διαφέρεσθαι, πρὸς τούτους ἔταξεν αὑτόν, καὶ ἐξήλεγξεν αὑτοῦ τὴν προσποίητον καλοκαγαθίαν, ὅτι ψευδὴς ἦν. Post ψευδὴς ἦν apodosin excidisse putant nonnulli. ἃ χρὴ λογισαμένους ὑμᾶς πάντας, πάντας add. N. ὦ Ἀθηναῖοι, καὶ τῶν παρόντων καιρῶν ἀναμνησθέντας, οἳ πίστεως οὐ δωροδοκίας δέονται, μισεῖν τοὺς πονηρούς, ἀνελεῖν ἐκ τῆς πόλεως πόλεως Ν: πολιτείας Α. τὰ τοιαῦτα θηρία, καὶ δεῖξαι πᾶσιν ἀνθρώποις ὅτι οὐ συνδιέφθαρται τὸ τοῦ δήμου πλῆθος τῶν ῥητόρων καὶ τῶν στρατηγῶν τισιν, οὐδὲ δουλεύει ταῖς δόξαις, εἰδότας εἰδότας Ald.: εἰδότες ΝΑ. ὅτι μετὰ μὲν δικαιοσύνης καὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας ῥᾳδίως ἀμυνούμεθα, θεῶν ἵλεων ὄντων, ἐάν τινες ἡμῖν ἡμῖν A corr. (2): ὑμῶν A pr. N. ἀδίκως ἐπιτιθῶνται, μετὰ δὲ δωροδοκίας καὶ προδοσίας καὶ τῶν ὁμοίων τούτοις κακῶν, ἃ τοῖς τοιούτοις ἀνθρώποις πρόσεστιν, οὐδεμίʼ ἂν οὐδεμί’ ἂν Bekker: οὐδεμία codd. πόλις σωθείη. μηδεμίαν οὖν δέησιν, ὦ Ἀθηναῖοι, μηδʼ ἔλεον εἰς ὑμᾶς λαμβάνοντες λαμβάνοντες] del. Thalheim, qui post αὐτοὺς excidisse προσεμένοι vel aliud simile putat. αὐτούς, μηδὲ τὴν ἐξ αὐτῶν τῶν ἔργων καὶ τῆς ἀληθείας ἀποδεδειγμένην ὑμῖν κατὰ τῶν κρινομένων ἀδικίαν Post ἀδικίαν lacunam indicavit Sauppe, qui totum locum sic restituit: μηδ’ ἔλεον δεξάμενοι μηδὲ τὴν ἐξ αὐτῶν κτλ. . . . ἀδικίαν εἰς ὑμᾶς λαμβάνοντες αὐτοὺς μηδὲ τὴν τῆς βουλῆς ἀπόφασιν ἄκυρον ποιήσαντες κτλ. ἄκυρον ποιήσαντες, βοηθήσατε κοινῇ τῇ πατρίδι καὶ τοῖς νόμοις· ταῦτα γὰρ ἀμφότερα διαδικάζεται νῦν πρὸς τὴν τούτου πονηρίαν.