<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="13"><p>ἔπειθʼ ὑποστείλασθαί τι δεῖ πρὸς τὸν τοιοῦτον ὑμᾶς,<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑμᾶς</foreign> Reiske: <foreign xml:lang="grc">ὑμῖν</foreign> codd.</note> καὶ αἰσχυνθῆναι τοὺς ἠδικημένους, ὃς οὐκ ᾐσχύνθη τοιαῦτα πράττων καθʼ ὑμῶν καὶ τῶν ἄλλων; οὐχ οἱ τοιοῦτοι τῶν ἀνθρώπων ἐλεοῖντʼ ἂν εἰκότως παρʼ ὑμῖν, ὦ Ἀθηναῖοι· πολλοῦ γε καὶ δεῖ· ἀλλʼ οἱ προδοθέντες ἂν ὑπὸ Φιλοκλέους, εἴ τινʼ οὗτος παρέλαβε καιρὸν χρημάτων πολλῶν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">χρημάτων πολλῶν</foreign> infra post <foreign xml:lang="grc">πρόγονοι</foreign> transtulit Blass.</note>· ἐν οἷς καὶ ἡ ἀκτὴ καὶ οἱ λιμένες εἰσὶ καὶ τὰ νεώρια, ἃ οἱ πρόγονοι κατασκευάσαντες ὑμῖν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κατασκευάσαντες ὑμῖν</foreign> Ν <foreign>ὑμῖν κατασκευάσαντες</foreign> Α.</note> κατέλιπον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="14"><p>ὧν ἀναμιμνησκομένους ὑμᾶς, ὦ Ἀθηναῖοι, δεῖ μὴ παρέργως ἔχειν πρὸς τὰς ὑπὸ τῆς βουλῆς γεγενημένας ἀποφάσεις, ἀλλʼ ἀκολούθως ταῖς πρότερον κεκριμέναις<note resp="editor" xml:lang="lat">Post <foreign xml:lang="grc">κεκριμέναις</foreign> lacunam indicavit Blass, qui <foreign xml:lang="grc">καὶ ταύτην κρίνειν</foreign> deesse putavit.</note>· αἰσχρὸν γὰρ ἀπειπεῖν τιμωρουμένους ἐστὶ τοὺς προδότας τῆς πόλεως γεγενημένους, καὶ ὑπολείπεσθαί τινας τῶν ἀδίκων καὶ πονηρῶν ἀνθρώπων, ὅτε οἱ θεοὶ φανεροὺς ὑμῖν ποιήσαντες παρέδοσαν τιμωρήσασθαι, ἑορακότες<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἑορακότες</foreign> Blass: <foreign xml:lang="grc">ἑωρακότες</foreign> ΝΑ: <foreign>ἑωρακότας</foreign> Stephanus.</note> τὸν δῆμον ἅπαντα κατήγορον τούτου γεγενημένον καὶ προκεχειρικότα πρῶτον τῶν ἄλλων ἐπὶ τὸ<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὸ</foreign> Ν: <foreign>τῷ</foreign> Α.</note> τὴν τιμωρίαν ἐν ὑμῖν δοῦναι. </p></div></div></body></text></TEI>