<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="11"><p rend="align(indent)">μὴ οὖν, ὦ Ἀθηναῖοι, τὴν τίμησιν ὑπὲρ τῶν γεγενημένων μόνον ὑπὸ Φιλοκλέους ἀδικημάτων ἡγεῖσθε μέλλειν ποιεῖσθαι, ἀλλὰ καὶ ὑπὲρ τῶν ἄλλων ὧν ἂν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign> add. A corr. (2)</note> ἔπραξεν οὗτος κύριος γενόμενος. καὶ τοῖς μὲν θεοῖς ἔχετε χάριν ὑπὲρ τοῦ μὴ παθεῖν τι μεῖζον ὑπὸ τούτου δεινόν, ἐγνωκότες τοῦτον οἷός ἐστιν· ἀξίως δʼ ὑμῶν αὐτῶν καὶ τῆς τοῦ κρινομένου πονηρίας κολάσατε αὐτόν· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="12"><p>ὅς, ὦ Ἀθηναῖοι, τρὶς μὲν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μὲν</foreign> om. A.</note> ἢ τετράκις ἱππαρχηκὼς ἀνδρῶν καλῶν κἀγαθῶν, πλεονάκις δʼ ἢ δεκάκις στρατηγὸς ὑφʼ ὑμῶν κεχειροτονημένος οὐκ ἄξιος ὤν, τιμώμενος καὶ ζηλούμενος διὰ τὴν πρὸς ὑμᾶς πίστιν ἀπέδοτο καὶ προέδωκε τὸ τῆς ἡμετέρας ἡγεμονίας<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἡμετέρας ἡγεμονίας</foreign> Ν: <foreign>ἡγεμονίας ἡμῶν</foreign> Α.</note> ἀξίωμα, καὶ εἰς τὸ αὐτὸ κατέστησεν ἑαυτὸν Ἀριστογείτονι, καὶ μισθωτὸν καὶ προδότην ἀντὶ στρατηγοῦ ἐποίησεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="13"><p>ἔπειθʼ ὑποστείλασθαί τι δεῖ πρὸς τὸν τοιοῦτον ὑμᾶς,<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑμᾶς</foreign> Reiske: <foreign xml:lang="grc">ὑμῖν</foreign> codd.</note> καὶ αἰσχυνθῆναι τοὺς ἠδικημένους, ὃς οὐκ ᾐσχύνθη τοιαῦτα πράττων καθʼ ὑμῶν καὶ τῶν ἄλλων; οὐχ οἱ τοιοῦτοι τῶν ἀνθρώπων ἐλεοῖντʼ ἂν εἰκότως παρʼ ὑμῖν, ὦ Ἀθηναῖοι· πολλοῦ γε καὶ δεῖ· ἀλλʼ οἱ προδοθέντες ἂν ὑπὸ Φιλοκλέους, εἴ τινʼ οὗτος παρέλαβε καιρὸν χρημάτων πολλῶν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">χρημάτων πολλῶν</foreign> infra post <foreign xml:lang="grc">πρόγονοι</foreign> transtulit Blass.</note>· ἐν οἷς καὶ ἡ ἀκτὴ καὶ οἱ λιμένες εἰσὶ καὶ τὰ νεώρια, ἃ οἱ πρόγονοι κατασκευάσαντες ὑμῖν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κατασκευάσαντες ὑμῖν</foreign> Ν <foreign>ὑμῖν κατασκευάσαντες</foreign> Α.</note> κατέλιπον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="14"><p>ὧν ἀναμιμνησκομένους ὑμᾶς, ὦ Ἀθηναῖοι, δεῖ μὴ παρέργως ἔχειν πρὸς τὰς ὑπὸ τῆς βουλῆς γεγενημένας ἀποφάσεις, ἀλλʼ ἀκολούθως ταῖς πρότερον κεκριμέναις<note resp="editor" xml:lang="lat">Post <foreign xml:lang="grc">κεκριμέναις</foreign> lacunam indicavit Blass, qui <foreign xml:lang="grc">καὶ ταύτην κρίνειν</foreign> deesse putavit.</note>· αἰσχρὸν γὰρ ἀπειπεῖν τιμωρουμένους ἐστὶ τοὺς προδότας τῆς πόλεως γεγενημένους, καὶ ὑπολείπεσθαί τινας τῶν ἀδίκων καὶ πονηρῶν ἀνθρώπων, ὅτε οἱ θεοὶ φανεροὺς ὑμῖν ποιήσαντες παρέδοσαν τιμωρήσασθαι, ἑορακότες<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἑορακότες</foreign> Blass: <foreign xml:lang="grc">ἑωρακότες</foreign> ΝΑ: <foreign>ἑωρακότας</foreign> Stephanus.</note> τὸν δῆμον ἅπαντα κατήγορον τούτου γεγενημένον καὶ προκεχειρικότα πρῶτον τῶν ἄλλων ἐπὶ τὸ<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὸ</foreign> Ν: <foreign>τῷ</foreign> Α.</note> τὴν τιμωρίαν ἐν ὑμῖν δοῦναι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg006.perseus-grc2" n="15"><p rend="align(indent)">ἀλλʼ ἔγωγε, νὴ τὸν Δία τὸν σωτῆρα, αἰσχύνομαι, εἰ προτραπέντας ὑμᾶς δεῖ<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δεῖ</foreign> A corr. ras.: <foreign xml:lang="grc">δεῖν</foreign> A pr. N.</note> καὶ παροξυνθέντας ὑφʼ ἡμῶν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἡμῶν</foreign> A corr.: <foreign xml:lang="grc">ὑμῶν</foreign> A pr. N.</note> ἐπὶ τὴν τοῦ νῦν εἰσεληλυθότος<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἰσεληλυθότος</foreign> Blass (iam <foreign xml:lang="grc">εἰσεληλυθότος [τὴν κρίσιν]</foreign> Maetzner': <foreign xml:lang="grc">ἐκλελοιπότος</foreign> ΝΑ.</note> τὴν κρίσιν τιμωρίαν ἐλθεῖν. [καὶ]<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign> del. Baiter.</note> οὐκ αὐτόπται ἐστὲ τῶν ὑπὸ τούτου γεγενημένων ἀδικημάτων; καὶ ὁ μὲν δῆμος ἅπας οὔτʼ ἀσφαλὲς οὔτε δίκαιον νομίζων εἶναι παρακαταθέσθαι τοὺς ἑαυτοῦ παῖδας ἀπεχειροτόνησεν αὐτὸν ἀπὸ τῆς τῶν ἐφήβων ἐπιμελείας, </p></div></div></body></text></TEI>