μὴ οὖν, ὦ Ἀθηναῖοι, τὴν τίμησιν ὑπὲρ τῶν γεγενημένων μόνον ὑπὸ Φιλοκλέους ἀδικημάτων ἡγεῖσθε μέλλειν ποιεῖσθαι, ἀλλὰ καὶ ὑπὲρ τῶν ἄλλων ὧν ἂν ἂν add. A corr. (2) ἔπραξεν οὗτος κύριος γενόμενος. καὶ τοῖς μὲν θεοῖς ἔχετε χάριν ὑπὲρ τοῦ μὴ παθεῖν τι μεῖζον ὑπὸ τούτου δεινόν, ἐγνωκότες τοῦτον οἷός ἐστιν· ἀξίως δʼ ὑμῶν αὐτῶν καὶ τῆς τοῦ κρινομένου πονηρίας κολάσατε αὐτόν· ὅς, ὦ Ἀθηναῖοι, τρὶς μὲν μὲν om. A. ἢ τετράκις ἱππαρχηκὼς ἀνδρῶν καλῶν κἀγαθῶν, πλεονάκις δʼ ἢ δεκάκις στρατηγὸς ὑφʼ ὑμῶν κεχειροτονημένος οὐκ ἄξιος ὤν, τιμώμενος καὶ ζηλούμενος διὰ τὴν πρὸς ὑμᾶς πίστιν ἀπέδοτο καὶ προέδωκε τὸ τῆς ἡμετέρας ἡγεμονίας ἡμετέρας ἡγεμονίας Ν: ἡγεμονίας ἡμῶν Α. ἀξίωμα, καὶ εἰς τὸ αὐτὸ κατέστησεν ἑαυτὸν Ἀριστογείτονι, καὶ μισθωτὸν καὶ προδότην ἀντὶ στρατηγοῦ ἐποίησεν. ἔπειθʼ ὑποστείλασθαί τι δεῖ πρὸς τὸν τοιοῦτον ὑμᾶς, ὑμᾶς Reiske: ὑμῖν codd. καὶ αἰσχυνθῆναι τοὺς ἠδικημένους, ὃς οὐκ ᾐσχύνθη τοιαῦτα πράττων καθʼ ὑμῶν καὶ τῶν ἄλλων; οὐχ οἱ τοιοῦτοι τῶν ἀνθρώπων ἐλεοῖντʼ ἂν εἰκότως παρʼ ὑμῖν, ὦ Ἀθηναῖοι· πολλοῦ γε καὶ δεῖ· ἀλλʼ οἱ προδοθέντες ἂν ὑπὸ Φιλοκλέους, εἴ τινʼ οὗτος παρέλαβε καιρὸν χρημάτων πολλῶν χρημάτων πολλῶν infra post πρόγονοι transtulit Blass. · ἐν οἷς καὶ ἡ ἀκτὴ καὶ οἱ λιμένες εἰσὶ καὶ τὰ νεώρια, ἃ οἱ πρόγονοι κατασκευάσαντες ὑμῖν κατασκευάσαντες ὑμῖν Ν ὑμῖν κατασκευάσαντες Α. κατέλιπον. ὧν ἀναμιμνησκομένους ὑμᾶς, ὦ Ἀθηναῖοι, δεῖ μὴ παρέργως ἔχειν πρὸς τὰς ὑπὸ τῆς βουλῆς γεγενημένας ἀποφάσεις, ἀλλʼ ἀκολούθως ταῖς πρότερον κεκριμέναις Post κεκριμέναις lacunam indicavit Blass, qui καὶ ταύτην κρίνειν deesse putavit. · αἰσχρὸν γὰρ ἀπειπεῖν τιμωρουμένους ἐστὶ τοὺς προδότας τῆς πόλεως γεγενημένους, καὶ ὑπολείπεσθαί τινας τῶν ἀδίκων καὶ πονηρῶν ἀνθρώπων, ὅτε οἱ θεοὶ φανεροὺς ὑμῖν ποιήσαντες παρέδοσαν τιμωρήσασθαι, ἑορακότες ἑορακότες Blass: ἑωρακότες ΝΑ: ἑωρακότας Stephanus. τὸν δῆμον ἅπαντα κατήγορον τούτου γεγενημένον καὶ προκεχειρικότα πρῶτον τῶν ἄλλων ἐπὶ τὸ τὸ Ν: τῷ Α. τὴν τιμωρίαν ἐν ὑμῖν δοῦναι. ἀλλʼ ἔγωγε, νὴ τὸν Δία τὸν σωτῆρα, αἰσχύνομαι, εἰ προτραπέντας ὑμᾶς δεῖ δεῖ A corr. ras.: δεῖν A pr. N. καὶ παροξυνθέντας ὑφʼ ἡμῶν ἡμῶν A corr.: ὑμῶν A pr. N. ἐπὶ τὴν τοῦ νῦν εἰσεληλυθότος εἰσεληλυθότος Blass (iam εἰσεληλυθότος [τὴν κρίσιν] Maetzner': ἐκλελοιπότος ΝΑ. τὴν κρίσιν τιμωρίαν ἐλθεῖν. [καὶ] καὶ del. Baiter. οὐκ αὐτόπται ἐστὲ τῶν ὑπὸ τούτου γεγενημένων ἀδικημάτων; καὶ ὁ μὲν δῆμος ἅπας οὔτʼ ἀσφαλὲς οὔτε δίκαιον νομίζων εἶναι παρακαταθέσθαι τοὺς ἑαυτοῦ παῖδας ἀπεχειροτόνησεν αὐτὸν ἀπὸ τῆς τῶν ἐφήβων ἐπιμελείας,