οὗτος πολλὰ κακὰ διαπεπραγμένος ἐπὶ τοιούτοις εἴληπται πράγμασι νῦν ἀδικῶν, ἐφʼ οἷς αἰσχρόν ἐστιν ὑμῖν τοῖς δικάζουσιν ἀτιμώρητον ἐᾶσαι τοῦτον. τίνα γὰρ τρόπον, ὦ Ἀθηναῖοι, περὶ τῶν ἄλλων ἀποφάσεων οἴσετε τὴν ψῆφον; ἢ διὰ τίνας προφάσεις τῶν ἤδη κεκριμένων ἔσεσθε κατεψηφισμένοι; ἢ διὰ τί τὸ μὲν ἀποφαίνειν τὴν βουλὴν τοὺς εἰληφότας τὰ χρήματα φανεῖσθε φανεῖσθε Dobree: φαίνεσθε codd. σπουδάζοντες, τὸ δὲ τιμωρεῖσθαι τοὺς ἀποπεφασμένους ἐῶντες;