διὸ καὶ σωφρόνων ἐστὶ δικαστῶν, ὦ Ἀθηναῖοι, μήθʼ ὑμῖν αὐτοῖς ἐναντίαν ἐνεγκεῖν τὴν ψῆφον μήτε πᾶσι τοῖς ἄλλοις Ἀθηναίοις, ἀλλʼ ὁμοθυμαδὸν καταψηφισαμένους πάντας παραδοῦναι τοῖς ἐπὶ τοῦτο τεταγμένοις θανάτῳ ζημιῶσαι, καὶ μὴ προέσθαι καὶ μὴ προδοῦναι τὴν ὁσίαν ὁσίαν Bekker: θείαν codd. καὶ τὴν εὔορκον ψῆφον, ἀναμνησθέντας ὅτι τούτου κατέγνωκεν ἡ βουλὴ δῶρα λαμβάνειν καθʼ ὑμῶν, τούτου κατέγνωκεν ὁ πατὴρ καὶ ζῶν καὶ τελευτήσας ἀδικεῖν ἑαυτόν, [καὶ] καὶ del. Emperius. ἵνα τὸ πραότατον πραότατον Reiske: πραότερον codd. εἴπω τῶν ὀνομάτων, τούτου καταχειροτονήσας ὁ δῆμος παραδέδωκεν παραδέδωκεν Ν: παρέδωκεν Α. ὑμῖν τιμωρήσασθαι,