ἁπλῶς δʼ εἰπεῖν, ἐναντία τοῖς νόμοις ἅπασι πράττων διατετέλεκε, καὶ τοῦτον μόνον ἡ ἐξ Ἀρείου πάγου βουλὴ τοῖς ἐζητηκόσι καὶ εἰδόσιν ἀποπέφαγκεν· οὐ γὰρ παρʼ ἐκείνης ὑμεῖς πυθόμενοι τοῦτον ἴστε πονηρὸν καὶ ἄδικον ὄντα, ἀλλʼ ἕκαστος ὑμῶν ἀκριβῶς οἶδε τὴν τούτου πονηρίαν. ὥστε τὸ πολλάκις λεγόμενον ἀληθὲς εἰπεῖν ἐστιν, ὅτι περὶ μὲν τούτου τὴν ψῆφον ὑμεῖς μέλλετε φέρειν, περὶ δʼ ὑμῶν οἱ περιεστηκότες καὶ οἱ ἄλλοι πάντες.