ἔπειτʼ ἐν τοῖς νόμοις δώρων γραφὰς ποιήσαντες, καὶ κατὰ μόνου τούτου τῶν ἀδικημάτων δεκαπλασίαν ἐπιθέντες ἐπιθέντες Fuhr: ἐπιτιθέντες codd. τοῦ τιμήματος τὴν ἔκτισιν, ἡγούμενοι τὸν τιμὴν λαμβάνοντα τῶν ἐν τῷ δήμῳ ῥηθήσεσθαι μελλόντων λόγων, τοῦτον οὐχ ὑπὲρ τῶν τοῦ δήμου βελτίστων ἀλλʼ ὑπὲρ τῶν τοῖς δοῦσι συμφερόντων δημηγορεῖν· Ἀριστογείτονα τοίνυν ἡ βουλὴ ἀποπέφαγκε· πρὸς δὲ τούτοις ἀνακρίνοντες ἀνακρίνοντες (coll. ποιούμενοι 16) Blass: ἀνακρίναντες codd. τοὺς τῶν κοινῶν τι μέλλοντας διοικεῖν, τίς ἐστι ἐστι Reiske: ἔσται codd. τὸν ἴδιον τρόπον, εἰ γονέας εὖ ποιεῖ, εἰ τὰς στρατείας ὑπὲρ τῆς πόλεως ἐστράτευται, εἰ ἱερὰ ἱερὰ] ἠρία Valesius. πατρῷά ἐστιν, εἰ τὰ τέλη τελεῖ·