χρὴ δʼ, ὦ Ἀθηναῖοι, ὥσπερ οἱ πρῶτοι νομοθέται περὶ τῶν ἐν τῷ δήμῳ λεγόντων τοῖς προγόνοις ὑμῶν ὑμῶν Ν: ἡμῶν Α. ἐνομοθέτησαν, οὕτω καὶ ὑμᾶς ζητεῖν ἀκούειν, ἵνα βελτίους τοὺς προσιόντας ὑμῖν ποιήσητε. πῶς οὖν ἐκεῖνοι περὶ τούτων ἐγίγνωσκον; πρῶτον μὲν καθʼ ἑκάστην ἐκκλησίαν ἐκκλησίαν add. Dobree. δημοσίᾳ κατὰ τῶν πονηρῶν ἀρὰς ποιούμενοι, εἴ τις δῶρα λαμβάνων μετὰ ταῦτα λέγει καὶ γιγνώσκει περὶ τῶν πραγμάτων, ἐξώλη τοῦτον εἶναι· ὧν οὗτος νῦν ἐστιν Ἀριστογείτων·