<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="16"><p>χρὴ δʼ, ὦ Ἀθηναῖοι, ὥσπερ οἱ πρῶτοι νομοθέται περὶ τῶν ἐν τῷ δήμῳ λεγόντων τοῖς προγόνοις ὑμῶν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑμῶν</foreign> Ν: <foreign xml:lang="grc">ἡμῶν</foreign> Α.</note> ἐνομοθέτησαν, οὕτω καὶ ὑμᾶς ζητεῖν ἀκούειν, ἵνα βελτίους τοὺς προσιόντας ὑμῖν ποιήσητε. πῶς οὖν ἐκεῖνοι περὶ τούτων ἐγίγνωσκον; πρῶτον μὲν καθʼ ἑκάστην <add>ἐκκλησίαν</add><note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκκλησίαν</foreign> add. Dobree.</note> δημοσίᾳ κατὰ τῶν πονηρῶν ἀρὰς ποιούμενοι, εἴ τις δῶρα λαμβάνων μετὰ ταῦτα λέγει καὶ γιγνώσκει περὶ τῶν πραγμάτων, ἐξώλη τοῦτον εἶναι· ὧν οὗτος νῦν ἐστιν Ἀριστογείτων· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="17"><p>ἔπειτʼ ἐν τοῖς νόμοις δώρων γραφὰς ποιήσαντες, καὶ κατὰ μόνου τούτου τῶν ἀδικημάτων δεκαπλασίαν ἐπιθέντες<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιθέντες</foreign> Fuhr: <foreign xml:lang="grc">ἐπιτιθέντες</foreign> codd.</note> τοῦ τιμήματος τὴν ἔκτισιν, ἡγούμενοι τὸν τιμὴν λαμβάνοντα τῶν ἐν τῷ δήμῳ ῥηθήσεσθαι μελλόντων λόγων, τοῦτον οὐχ ὑπὲρ τῶν τοῦ δήμου βελτίστων ἀλλʼ ὑπὲρ τῶν τοῖς δοῦσι συμφερόντων δημηγορεῖν· Ἀριστογείτονα τοίνυν ἡ βουλὴ ἀποπέφαγκε· πρὸς δὲ τούτοις ἀνακρίνοντες<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνακρίνοντες</foreign> (coll. <foreign xml:lang="grc">ποιούμενοι</foreign> 16) Blass: <foreign xml:lang="grc">ἀνακρίναντες</foreign> codd.</note> τοὺς τῶν κοινῶν τι μέλλοντας διοικεῖν, τίς ἐστι<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐστι</foreign> Reiske: <foreign xml:lang="grc">ἔσται</foreign> codd.</note> τὸν ἴδιον τρόπον, εἰ γονέας εὖ ποιεῖ, εἰ τὰς στρατείας ὑπὲρ τῆς πόλεως ἐστράτευται, εἰ ἱερὰ<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἱερὰ] ἠρία</foreign> Valesius.</note> πατρῷά ἐστιν, εἰ τὰ τέλη τελεῖ· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="18"><p>ὧν οὐδὲν ἂν ἔχοι δεῖξαι<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δεῖξαι</foreign> hic N: post <foreign xml:lang="grc">αὑτῷ</foreign> Α.</note> συμβεβηκὸς Ἀριστογείτων αὑτῷ. ἀντὶ μὲν γὰρ τοῦ γονέας εὖ ποιεῖν κακῶς οὗτος τὸν ἑαυτοῦ πατέρα πεποίηκεν· ὅτε δʼ ὑμεῖς ἐστρατεύεσθε πάντες, οὗτος ἦν ἐν τῷ δεσμωτηρίῳ· τοσοῦτον δʼ ἀπολέλοιπε τοῦ πατρὸς μνῆμά τι ἔχειν, ὦ Ἀθηναῖοι, δεῖξαι, ὥστʼ οὐδʼ ἐν Ἐρετρίᾳ τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος ἐκεῖ τὰ νομιζόμενα ἐποίησεν αὐτῷ· τῶν δʼ ἄλλων Ἀθηναίων εἰσφερόντων ἐκ τῶν ἰδίων, οὗτος οὐδὲ<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐδὲ</foreign> Ν: <foreign xml:lang="grc">οὐδ’ ἐκ</foreign> Α.</note> τῶν δημοσίων καὶ ὧν ὦφλε τὸ ἀργύριον ἅπαν ἐκτέτεικεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="19"><p>ἁπλῶς δʼ εἰπεῖν, ἐναντία τοῖς νόμοις ἅπασι πράττων διατετέλεκε, καὶ τοῦτον μόνον ἡ ἐξ Ἀρείου πάγου βουλὴ τοῖς ἐζητηκόσι καὶ εἰδόσιν ἀποπέφαγκεν· οὐ γὰρ παρʼ ἐκείνης ὑμεῖς πυθόμενοι τοῦτον ἴστε πονηρὸν καὶ ἄδικον ὄντα, ἀλλʼ ἕκαστος ὑμῶν ἀκριβῶς οἶδε τὴν τούτου πονηρίαν. ὥστε τὸ πολλάκις λεγόμενον ἀληθὲς εἰπεῖν ἐστιν, ὅτι περὶ μὲν τούτου τὴν ψῆφον ὑμεῖς μέλλετε φέρειν, περὶ δʼ ὑμῶν οἱ περιεστηκότες καὶ οἱ ἄλλοι πάντες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg005.perseus-grc2" n="20"><p rend="align(indent)">διὸ καὶ σωφρόνων ἐστὶ δικαστῶν, ὦ Ἀθηναῖοι, μήθʼ ὑμῖν αὐτοῖς ἐναντίαν ἐνεγκεῖν τὴν ψῆφον μήτε πᾶσι τοῖς ἄλλοις Ἀθηναίοις, ἀλλʼ ὁμοθυμαδὸν καταψηφισαμένους πάντας παραδοῦναι τοῖς ἐπὶ τοῦτο τεταγμένοις θανάτῳ ζημιῶσαι, καὶ μὴ προέσθαι καὶ μὴ προδοῦναι τὴν ὁσίαν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁσίαν</foreign> Bekker: <foreign xml:lang="grc">θείαν</foreign> codd.</note> καὶ τὴν εὔορκον ψῆφον, ἀναμνησθέντας ὅτι τούτου κατέγνωκεν ἡ βουλὴ δῶρα λαμβάνειν καθʼ ὑμῶν, τούτου κατέγνωκεν ὁ πατὴρ καὶ ζῶν καὶ τελευτήσας ἀδικεῖν ἑαυτόν, [καὶ]<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign> del. Emperius.</note> ἵνα τὸ πραότατον<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πραότατον</foreign> Reiske: <foreign xml:lang="grc">πραότερον</foreign> codd.</note> εἴπω τῶν ὀνομάτων, τούτου καταχειροτονήσας ὁ δῆμος παραδέδωκεν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παραδέδωκεν</foreign> Ν: <foreign xml:lang="grc">παρέδωκεν</foreign> Α.</note> ὑμῖν τιμωρήσασθαι, </p></div></div></body></text></TEI>