ὅτι δῶρα καθʼ ὑμῶν ἐξηλέγχθησαν λαμβάνοντες, ἀλλʼ ἐτιμωρήσασθε, καὶ δικαίως, οἷς εἰ μὴ πάντα ἀλλὰ πολλά γε συνῇστε συνῇστε Hirschig: σύνιστε codd. χρήσιμα πεπολιτευμένοις πεπολιτευμένοις Ν: πολιτευομένοις Α. · τὸν δὲ κατάρατον τοῦτον, ὃς ἀγαθὸν μὲν ὑμᾶς οὐδεπώποτε πεποίηκεν οὐδεπώποτε πεποίηκεν Maetzner: οὐδέποτε πεποίηκεν Ν: πεποίηκεν οὐδεπώποτε Α. ἐξ οὗ πρὸς τὴν πόλιν προσελήλυθε, κακὸν δʼ ὅ τι δυνατός ἐστιν, ἀφήσετε; καὶ τίς οὐκ ἂν ἐγκαλέσειεν ὑμῖν τοῖς τοῦτον προσδεχομένοις προσδεχομένοις Ν: δεχομένοις Α. σύμβουλον; ὅταν γὰρ ἄνθρωπος γνώριμον καὶ φανερὰν γνώριμον καὶ φανερὰν Reiske: γνώριμος καὶ φανερὸς codd. καὶ περιβόητον τὴν πονηρίαν παρὰ πᾶσι τοῖς πολίταις ἔχων ἐν ὑμῖν ἐν ὑμῖν om. A. δημηγορῇ, τότε τοὺς ἀκούοντας ὑμᾶς οἱ περιεστηκότες θαυμάσουσι, πότερα πότερα Ν: πότερον Α. βελτίους οὐκ ἔχετε συμβούλους ἢ καὶ χαίρετε τῶν τοιούτων ἀκούοντες.