εἶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὃν οἱ νόμοι μὲν πολλάκις ὑμῖν παραδεδώκασι τιμωρήσασθαι κατεψηφισμένον Post κατεψηφισμένον Sauppe δʼ addidit. ὑπὸ τῶν πολιτῶν ἐνδειχθέντα, ἐνδειχθέντα Ald.: διδαχθέντες ΝΑ: καὶ ἀπαχθέντα Sauppe. φυλάξαι δʼ δʼ del. Sauppe. οὔθʼ οἱ ἕνδεκα δεδύνηνται οὔτε τὸ δεσμωτήριον, τούτῳ βουλήσεσθε συμβούλῳ χρῆσθαι; καὶ ὁ μὲν νόμος εὐξάμενον εὐξάμενον Α: εὐξάμενος Ν. κελεύει τὸν κήρυκα μετʼ εὐφημίας πολλῆς, οὕτως ὑμῖν τὸ βουλεύεσθαι περὶ τῶν πραγμάτων παραδιδόναι· ὑμεῖς δὲ τὸν ἀνόσιον καὶ περὶ πάντας πονηρὸν καὶ μάλιστα περὶ τὸν ἑαυτοῦ πατέρα γεγενημένον, τοῦτον μεθʼ ὑμῶν καὶ μετὰ τῶν ὑμετέρων οἰκείων καὶ συγγενῶν ἐάσετε πολιτεύεσθαι; καὶ Δημάδῃ μὲν καὶ Δημοσθένει οὐδεμίαν ὤεσθε δεῖν συγγνώμην ἔχειν,