ποῖαι γὰρ τριήρεις εἰσὶ κατεσκευασμέναι διὰ τοῦτον, ὥσπερ ἐπὶ Εὐβούλου, τῇ πόλει; ἢ ποῖοι νεώσοικοι τούτου πολιτευομένου γεγόνασι; πότε οὗτος ἢ διὰ ψηφίσματος ἢ νόμου ἐπηνώρθωσε τὸ ἱππικόν; τίνα κατεσκεύασε δύναμιν τοιούτων καιρῶν παραγενομένων μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην, ἢ πεζὴν ἢ ναυτικήν; τίς ἀνενήνεκται ἀνενήνεκται Bekker: ἀνήνεκται codd. τῇ θεῷ κόσμος εἰς ἀκρόπολιν ὑπὸ τούτου; τί κατεσκεύακεν οἰκοδόμημα Δημοσθένης ἐν τῷ ἐμπορίῳ τῷ ὑμετέρῳ ἢ ἐν τῷ ἄστει ἢ ἄλλοθί που τῆς χώρας; οὐδεὶς ἂν ἂν Stephanus: οὖν codd. οὐδαμοῦ δείξειεν. ἔπειτα τὸν ἐν μὲν ἐν μὲν Blass: μὲν ἐν codd. ταῖς πολεμικαῖς πράξεσιν ἄπιστον γεγενημένον, ἐν δὲ ταῖς κατὰ τὴν πόλιν οἰκονομίαις ἄχρηστον, περιεορακότα δὲ τοὺς ἀντιπολιτευομένους ἅπαντα διαπεπραγμένους διαπεπραγμένους A corr. (2): δὲ πεπραγμένους A pr. N. ὅσʼ ἐβουλήθησαν, μεταβεβλημένον δʼ αὐτὸν καὶ τὰς ὑπὲρ τοῦ δήμου πράξεις ἐγκαταλελοιπότα, τοῦτον περιποιῆσαι βουλήσεσθε; βουλήσεσθε Dobree: βούλεσθε codd. οὐκ, ἐὰν σωφρονῆτε καὶ καλῶς καὶ ὑπὲρ ὑμῶν αὐτῶν καὶ τῆς πόλεως βουλεύησθε βουλεύησθε A corr.: βουλεύεσθε A pr. N. · ἀλλὰ δέξεσθε δέξεσθε Dobree: δέξασθε codd. τὴν ἀγαθὴν τύχην, ἣ τιμωρήσασθαι παρέδωκε τῶν ῥητόρων τοὺς τὴν πόλιν διὰ τὴν αὑτῶν δωροδοκίαν ταπεινὴν πεποιηκότας, καὶ φυλάξεσθε, φυλάξεσθε Dobree: φυλάξασθε codd. καθάπερ οἱ θεοὶ προειρήκασιν ὑμῖν ἐν ταῖς μαντείαις πολλάκις, τοὺς τοιούτους ἡγεμόνας καὶ συμβούλους. ἀκούσατε δʼ αὐτῆς τῆς μαντείας. λέγε τὴν μαντείαν. Μαντεία πῶς οὖν μίαν γνώμην ἕξομεν, ὦ Ἀθηναῖοι; πῶς ὁμονοήσομεν ὁμονοήσομεν Α: ὁμονοήσωμεν Ν. ἅπαντες ὑπὲρ τῶν κοινῇ συμφερόντων, ὅταν οἱ ἡγεμόνες καὶ οἱ δημαγωγοὶ χρήματα λαμβάνοντες προϊῶνται τὰ τῆς πατρίδος συμφέροντα, καὶ ὑμεῖς μὲν καὶ ὁ δῆμος ἅπας κινδυνεύῃ περὶ τοῦ ἐδάφους τοῦ τῆς πόλεως καὶ τῶν ἱερῶν τῶν πατρῴων καὶ παίδων καὶ γυναικῶν, οἱ δὲ διηλλαγμένοι πρὸς αὐτοὺς ἐν μὲν ταῖς ἐκκλησίαις λοιδορῶνται καὶ προσκρούωσιν ἀλλήλοις ἐξεπίτηδες, ἰδίᾳ δὲ ταὐτὰ ταὐτὰ Wolf: τὰ αὐτὰ Ν: ταῦτα Α. πράττωσιν ἐξαπατῶντες ὑμᾶς τοὺς ῥᾷστα πειθομένους τοῖς τούτων λόγοις; τί γάρ ἐστι ῥήτορος δημοτικοῦ καὶ μισοῦντος τοὺς κατὰ τῆς πόλεως λέγοντας καὶ γράφοντας; ἢ τί φασι τοὺς πρὸ ὑμῶν ὑμῶν Reiske: ἡμῶν codd. γεγενημένους, ὦ Δημόσθενες καὶ Πολύευκτε, διατελεῖν ποιοῦντας; καὶ ταῦτʼ οὐδενὸς δεινοῦ τότε τὴν πόλιν περιεστηκότος. οὐ κρίνειν ἀλλήλους; οὐκ εἰσαγγέλλειν; οὐ γράφεσθαι παρανόμων; ἔστιν οὖν ὅ τι πεποιήκατε τούτων ὑμεῖς οἱ φάσκοντες τοῦ δήμου κήδεσθαι καὶ τὴν σωτηρίαν ὑμῖν ἐν τῇ τούτων εἶναι ψήφῳ;