πολλοὺς οὗτος εἴρηκε εἴρηκε Dobree: ἐρεῖ codd., ret. Wurm. καὶ παντοδαποὺς λόγους, ὦ ἄνδρες, καὶ οὐδεπώποτε οὐδεπώποτε] οὐδέποτε Wurm. τοὺς αὐτούς. ὁρᾷ γὰρ ὑμᾶς τὸν ἅπαντα χρόνον ἐλπίσι κεναῖς καὶ ψευδέσι λόγοις ἐξηπατημένους ὑφʼ ἑαυτοῦ, καὶ μέχρι τούτου μνημονεύοντας τὰς ὑποσχέσεις μέχρι μέχρι Blass: μέχρις codd. ἂν ῥηθῶσιν. εἰ μὲν οὖν ἔτι δεῖ τὴν πόλιν τῆς Δημοσθένους πονηρίας καὶ ἀτυχίας ἀπολαύειν, ἵνα πλείω πλείω Ν: πλέον Α. κακοδαιμονῶμεν — οὐ οὐ Ν: οὐδὲ Α. γὰρ ἔχω τί ἄλλο εἴπω —,στερκτέον ἂν ἂν add. Bekker. εἴη τοῖς συμβαίνουσιν· εἰ δέ τι δέ τι Baiter: δ’ ἔτι codd. κηδόμεθα τῆς πατρίδος καὶ τοὺς πονηροὺς καὶ δωροδόκους μισοῦμεν καὶ μετοιωνίσασθαι τὴν τύχην καὶ μεταλλάξασθαι βουλόμεθα, οὐ προετέον προετέον Wolf: προσεκτέον codd. ἐστὶν ὑμᾶς αὐτούς, ὦ Ἀθηναῖοι, ταῖς τοῦ μιαροῦ καὶ γόητος τούτου δεήσεσιν, οὐδὲ προσδεκτέον τοὺς οἴκτους καὶ τοὺς φενακισμοὺς τοὺς τοὺς add. Baiter et Sauppe. τούτου· ἱκανὴν γὰρ εἰλήφατε πεῖραν αὐτοῦ καὶ τῶν ἔργων καὶ τῶν λόγων καὶ τῆς τύχης. τίς οὕτως εὔελπις ὑμῶν ἐστιν, ὦ Ἀθηναῖοι, τίς οὕτως ἀλόγιστος, τίς τῶν προγεγενημένων καὶ νῦν ἐνεστηκότων πραγμάτων ἄπειρος, ὅστις ὅστις Ald.: τίς codd. ἐλπίζει τὸν ἐκ τοσαύτης εὐδαιμονίας εἰς τοσαύτην ἀδοξίαν καταστήσαντα τὴν πόλιν, διʼ ἡντιναδήποτε αἰτίαν ἢ τύχην — ἐῶ γὰρ τοῦτο — νῦν, τοῦτο — νῦν, Gebauer: τοῦτο νῦν — codd. ἐπειδὴ πρὸς ταῖς ἄλλαις ἀπορίαις καὶ τοῖς περιεστηκόσιν ἡμᾶς κινδύνοις καὶ ἡ τῶν ἐξ αὐτῆς τῆς πόλεως δωροδοκία προσγέγονε, καὶ περὶ αἰσχρᾶς αἰτίας κοινῇ πάντες ἀγωνιζόμεθα καὶ περὶ τοῦ μὴ δοκεῖν τὰ ἰδίᾳ ἰδίᾳ Bekker: ἰδία A corr. (2): ἴδια A pr. N. παρά τισιν ὄντα χρήματα κοινῇ τὸν δῆμον ἔχειν, τηνικαῦτα συμβουλεύοντα καὶ διοικοῦντα τοῦτον σώσειν ὑμᾶς; ἐῶ γὰρ τἆλλα ὅσα μεταβαλλόμενος ἐν τοῖς πράγμασι καὶ δημηγορῶν οὐδὲν ὑγιὲς διατετέλεκε, διατετέλεκε Ν: τετέλεκε Α. καὶ τοτὲ μὲν γράφων καὶ ἀπαγορεύων μηδένα νομίζειν ἄλλον θεὸν ἢ τοὺς παραδεδομένους, τοτὲ δὲ λέγων ὡς οὐ δεῖ τὸν δῆμον ἀμφισβητεῖν τῶν ἐν τῷ τῷ add. N. οὐρανῷ τιμῶν Ἀλεξάνδρῳ, ὅταν δὲ μέλλῃ κριθήσεσθαι παρʼ ὑμῖν, Καλλιμέδοντα εἰσαγγέλλων συνιέναι ἐν Μεγάροις τοῖς φυγάσιν ἐπὶ καταλύσει τοῦ δήμου, καὶ ταύτην τὴν εἰσαγγελίαν εὐθὺς παραχρῆμα ἀναιρούμενος, ἐν δὲ τῇ ἐκκλησίᾳ ταύτῃ τῇ πρώην γεγενημένῃ προσάγων καὶ κατασκευάζων ψευδῆ μηνυτὴν ὡς ἐπιβουλευομένων τῶν νεωρίων, καὶ περὶ τούτων γράφων μὲν οὐδέν, αἰτίας δʼ ἕνεκα τοῦ παρόντος ἀγῶνος παρασκευάζων· τούτων γὰρ ἁπάντων ὑμεῖς τούτῳ μάρτυρές ἐστε. γόης οὗτος, ἄνδρες Ἀθηναῖοι, καὶ μιαρὸς ἄνθρωπός ἐστι, καὶ οὔτε τῷ γένει τῆς πόλεως πολίτης οὔτε τοῖς πεπολιτευμένοις αὐτῷ καὶ πεπραγμένοις.