τότε, ὦ Ἀθηναῖοι, τότε οἱ μὲν πρότερον ὄντες λαμπροὶ διὰ τοὺς ἡγεμόνας Λακεδαιμόνιοι καὶ ὑπὸ τοῖς ἐκείνων ἤθεσι τραφέντες ταπεινοὶ πρὸς τὴν πόλιν ἡμῶν ἧκον, δεόμενοι τῆς παρὰ τῶν προγόνων ἡμῶν σωτηρίας, ὁ δὲ καταλυθεὶς ὑπʼ ἐκείνων δῆμος διὰ τοὺς τότε γενομένους παρʼ ἡμῖν ἡμῖν Sauppe: ὑμῖν codd. συμβούλους πάλιν ἡγεμὼν ἦν τῶν Ἑλλήνων, δικαίως οἶμαι, στρατηγῶν μὲν τοιούτων τετυχηκὼς οἵων εἶπον ἀρτίως, συμβούλους δʼ ἔχων Ἀρχῖνον καὶ Κέφαλον τὸν Κολλυτέα. μία γὰρ αὕτη σωτηρία καὶ πόλεως καὶ ἔθνους ἐστί, τὸ προστατῶν ἀνδρῶν ἀγαθῶν καὶ συμβούλων σπουδαίων τυχεῖν. διόπερ, ὦ Ἀθηναῖοι, δεῖ ταῦθʼ ὑμᾶς ὁρῶντας καὶ λογιζομένους μὴ μὰ Δία τὸν πλείω χρόνον τῆς Δημοσθένους δωροδοκίας καὶ ἀτυχίας κοινωνεῖν, μηδʼ ἐν τούτῳ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, μηδʼ οἴεσθαι ἀπορήσειν ἀνδρῶν ἀγαθῶν καὶ συμβούλων σπουδαίων, ἀλλὰ τὴν τῶν προγόνων λαβόντας ὀργὴν τὸν ἐπʼ αὐτοφώρῳ κλέπτην εἰλημμένον καὶ προδότην, τὸν οὐκ ἀπεχόμενον τῶν εἰς τὴν πόλιν ἀφικνουμένων χρημάτων, τὸν εἰς τὰς δεινοτάτας ἀτυχίας ἐμβεβληκότα τὴν πόλιν, τὸν τῆς Ἑλλάδος ἀλιτήριον ἀποκτείναντας Post ἀποκτείναντας add. δεῖ N A pr., del. A corr. ras. ἐξόριστον ἐκ τῆς πόλεως ποιῆσαι, καὶ μεταβαλέσθαι μεταβαλέσθαι A corr. (2): μεταβάλλεσθαι A pr. N. τὴν τῆς πόλεως τύχην ἐᾶσαι, καὶ προσδοκῆσαι τούτων γενομένων βέλτιον πράξειν. ἀκούσατε, ὦ Ἀθηναῖοι, κἀκείνου τοῦ ψηφίσματος τοῦ γραφέντος ὑπὸ Δημοσθένους, ὃ ὃ A corr. ras.: ὅτ. N pr.: ὅτε A pr. N. corr. τεταραγμένης τῆς πόλεως μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην ἔγραψεν ὁ δημοτικὸς οὗτος, καὶ τῆς μαντείας τῆς ἐλθούσης ἐκ Δωδώνης παρὰ τοῦ Διὸς τοῦ Δωδωναίου· σαφῶς γὰρ ὑμῖν πάλαι προείρηκε φυλάττεσθαι τοὺς ἡγεμόνας καὶ τοὺς συμβούλους. λέγε τὴν μαντείαν πρῶτον. Μαντεία λέγε δὴ τὸ καλὸν ψήφισμα τούτου. Ψηφίσματος Μέρος δημοτικός γʼ ὁ διατάττων ἑαυτὸν μέν, ἐπειδὴ ἀνδρεῖος καὶ εὔψυχός ἐστιν, ἐν τοῖς ὅπλοις μένειν, οὓς δʼ ἂν οὗτος οὗτος Ν: αὐτὸς Α. ἀποδοκιμάσῃ τῶν πολιτῶν, ἐπὶ τὰ ἔργα ἀπιέναι, καὶ ἐάν τι ἄλλο τούτῳ δόξῃ ἐπιτήδειον εἶναι, τοῦτο ποιεῖν. λέγε τὰ λοιπά. Τὸ Λοιπὸν τοῦ Ψηφίσματος ἀκούετε, ἄνδρες δικασταί. ἀπιέναι φησὶ τὸ ψήφισμα τὸ ψήφισμα] del. Bekker. τὰς ᾑρημένας ᾑρημένας Wolf: εἰρημένας codd. πρεσβείας. ἐπειδὴ γὰρ γὰρ add. Reiske. ἤκουσε μετὰ τὴν μάχην τὴν ἐν Χαιρωνεία Φίλιππον εἰς τὴν χώραν ἡμῶν μέλλειν εἰσβάλλειν, αὐτὸς ἑαυτὸν πρεσβευτὴν κατασκευάσας, ἵνʼ ἐκ τῆς πόλεως ἀποδραίη, ᾤχετο ᾤχετο hic add. Blass (iam infra post τάλαντα suppleverat Maetzner'. συσκευασάμενος ἐκ ἐκ add. Wurm. τῆς διοικήσεως ὀκτὼ τάλαντα, οὐδὲν φροντίσας τῆς τότε παρούσης ἀπορίας, ἡνίχʼ οἱ ἄλλοι πάντες ἐκ τῶν ἰδίων ἐπεδίδοσαν εἰς τὴν ὑμετέραν σωτηρίαν.