καὶ τοὺς μὲν νόμους προλέγειν τῷ ῥήτορι καὶ τῷ στρατηγῷ, τῷ τῷ add. Reiske. τὴν παρὰ τοῦ δήμου πίστιν ἀξιοῦντι λαμβάνειν, παιδοποιεῖσθαι κατὰ τοὺς νόμους, γῆν ἐντὸς ὅρων κεκτῆσθαι, πάσας τὰς δικαίας πίστεις παρακαταθέμενον οὕτως ἀξιοῦν προεστάναι τοῦ δήμου· σὲ δὲ τὴν μὲν μὲν add. Blass. πατρῴαν γῆν πεπρακέναι, τοὺς δʼ οὐ γεγενημένους υἱεῖς σαυτῷ προσποιεῖσθαι παρὰ τοὺς νόμους τῶν ἐν ταῖς κρίσεσιν ἕνεκα γιγνομένων ὅρκων, ἐπιτάττειν δὲ τοῖς ἄλλοις στρατεύεσθαι λιπόντʼ αὐτὸν τὴν κοινὴν τάξιν. ὦ Ἀθηναῖοι, παρὰ τί οἴεσθε τὰς πόλεις τοτὲ μὲν εὖ τοτὲ δὲ φαύλως πράττειν; οὐδὲν εὑρήσετʼ ἄλλο πλὴν παρὰ τοὺς συμβούλους καὶ τοὺς ἡγεμόνας. ἐπιβλέψατε δʼ ἐπὶ τὴν Θηβαίων πόλιν. ἐγένετο πότε ante ἐγένετο add. Stephanus, ante καὶ τίνων Blass. πόλις, Verba πόλις, ἐγένετο del. Dobree. ἐγένετο μεγίστη· καὶ τίνων τυχοῦσα ἡγεμόνων καὶ στρατηγῶν; ἅπαντες ἂν ὁμολογήσαιεν οἱ οἱ add. Reiske. πρεσβύτεροι, παρʼ ὧνπερ κἀγὼ τοὺς λόγους ἀκούων ἐρῶ, ὅτε Πελοπίδας, ὥς φασιν, ἡγεῖτο τοῦ ἱεροῦ λόχου λόχου A corr. (2): λόγου A pr. N. καὶ Ἐπαμινώνδας ἐστρατήγει καὶ οἱ μετὰ τούτων, τότε τὴν ἐν Λεύκτροις μάχην ἐνίκησεν ἡ τῶν Θηβαίων πόλις, τότʼ εἰς τὴν ἀπόρθητον νομιζομένην εἶναι Λακεδαιμονίων χώραν εἰσέβαλον, κατʼ ἐκείνους τοὺς χρόνους πολλὰ καὶ καλὰ διεπράξαντʼ ἔργα, Μεσσήνην τετρακοσιοστῷ ἔτει κατῴκισαν, Ἀρκάδας αὐτονόμους ἐποίησαν, ἔνδοξοι παρὰ πᾶσιν ἦσαν. πότε δʼ αὖ τοὐναντίον ταπεινὰ καὶ τοῦ φρονήματος ἀνάξια διεπράξαντο; ὅτʼ ἐδωροδόκει μὲν λαμβάνων χρήματα παρὰ Φιλίππου Τιμόλαος ὁ τούτου φίλος, ἐπὶ δὲ τοῖς ξένοις τοῖς εἰς Ἄμφισσαν συλλεγεῖσι Πρόξενος ὁ προδότης ἐγένετο, ἡγεμὼν δὲ τῆς φάλαγγος κατέστη Θεαγένης, ἄνθρωπος ἀτυχὴς καὶ δωροδόκος ὥσπερ οὗτος. τότε διὰ τρεῖς γʼ ἀνθρώπους οὓς εἶπον ἅπασʼ ἡ πόλις ἐκ τῶν Ἑλλήνων (ἐκ?) τῶν Ἑλλήνων A pr.: μετὰ τῶν Ἑλλήνων ἁπάντων A corr.: μετὰ τῶν ἄλλων Ἑλλήνων Ν. ἀπώλετο καὶ διεφθάρη. οὐ γὰρ ψεῦδός ἐστιν ἀλλὰ καὶ λίαν ἀληθὲς τὸ τοὺς ἡγεμόνας αἰτίους ἁπάντων γίγνεσθαι καὶ τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων τοῖς πολίταις. θεωρήσατε δὴ πάλιν καὶ ἐπὶ τῆς ἡμετέρας πόλεως, τὸν αὐτὸν τρόπον ἐξετάσαντες. ἡ πόλις ἡμῶν ἦν μεγάλη καὶ ἔνδοξος παρὰ τοῖς Ἕλλησι καὶ τῶν προγόνων ἀξία, μετά γε τὰς ἀρχαίας ἐκείνας πράξεις, ὅτε Κόνων, ὡς οἱ πρεσβύτεροι λέγουσιν, ἐνίκησε τὴν ἐν Κνίδῳ ναυμαχίαν, ὅτʼ Ἰφικράτης ἀνεῖλε τὴν Λακεδαιμονίων μόραν, μόραν Scaliger: μοῖραν codd. ὅτε Χαβρίας ἐν Νάξῳ κατεναυμάχησε τὰς Λακεδαιμονίων τριήρεις, ὅτε Τιμόθεος τὴν ἐν Κερκύρᾳ ναυμαχίαν ἐνίκησε.