<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="66"><p>τί γὰρ ἐροῦμεν, ὦ Ἀθηναῖοι, πρὸς τοὺς περιεστηκότας ἐξελθόντες ἐκ τοῦ δικαστηρίου, ἐάν, ὃ μὴ γένοιτο, παρακρουσθῆτε ὑπὸ τῆς τούτου γοητείας; τίσιν ὀφθαλμοῖς ἕκαστος ὑμῶν τὴν πατρῴαν ἑστίαν οἴκαδʼ ἀπελθὼν ἰδεῖν τολμήσει,<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τολμήσει</foreign> Bekker: <foreign xml:lang="grc">τολμήσειε</foreign> Ν:  <foreign xml:lang="grc">τολμήσειεν</foreign> Α.</note> ἀπολελυκότες μὲν τὸν προδότην τὸν πρῶτον εἰς τὸν ἴδιον οἶκον εἰσενεγκάμενον τὸ δεδωροδοκημένον χρυσίον, κατεγνωκότες δὲ μηδὲν ἀληθὲς μήτε<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μήτε</foreign> Bekker: <foreign xml:lang="grc">μηδὲ</foreign> codd.</note> ζητεῖν μήθʼ εὑρίσκειν τὸ παρὰ πᾶσιν ἀνθρώποις εἶναι σεμνότατον νομιζόμενον συνέδριον; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="67"><p>τίνας δʼ, ὦ Ἀθηναῖοι, — σκοπεῖτε γὰρ πρὸς ὑμᾶς αὐτούς —, τίνας τὰς ἐλπίδας ἕξομεν, ἐὰν κίνδυνός τις καταλάβῃ τὴν πόλιν, τὸ μὲν δῶρα λαμβάνειν κατὰ τῆς πατρίδος ἀσφαλὲς εἶναι πεποιηκότες, τὸ δὲ τὴν φυλακὴν ἔχον συνέδριον τῆς πόλεως ἐν τοῖς τοιούτοις κινδύνοις ἀδόκιμον καταστήσαντες; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="68"><p>τί δʼ ἐάν — τιθῶμεν<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τί δ’ ἐάν, — τιθῶμεν</foreign> Funkhaenel: <foreign xml:lang="grc">τί δέ, ἀντιθῶμεν</foreign> Α:  <foreign xml:lang="grc">τί δαὶ ἀντιθῶμεν</foreign> Ν.</note> γὰρ ταῦτα —, ἐὰν κατὰ τὸ ψήφισμα τὸ Δημοσθένους ἀπαιτῇ πέμψας ἡμᾶς Ἀλέξανδρος τὸ χρυσίον τὸ κομισθὲν εἰς τὴν χώραν ὑφʼ Ἁρπάλου, καὶ πρὸς τῷ γεγενῆσθαι τὴν τῆς βουλῆς ἀπόφασιν τοὺς παῖδας καταπέμψῃ πρὸς ἡμᾶς τοὺς νῦν ὡς ἑαυτὸν ἀνακεκομισμένους, καὶ τούτων ἀξιοῖ πυνθάνεσθαι τὴν ἀλήθειαν ἡμᾶς,<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἡμᾶς</foreign> Baiter et Sauppe: <foreign xml:lang="grc">ὑμᾶς</foreign> codd.</note> πρὸς θεῶν, ὦ ἄνδρες, τί ἐροῦμεν; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="69"><p>γράψεις<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γράψεις</foreign> Stephanus: <foreign xml:lang="grc">γράφεις</foreign> codd.</note> σύ, Δημόσθενες, πολεμεῖν ἡμᾶς, ἐπειδὴ καὶ τοὺς πρότερον πολέμους καλῶς διῴκησας; καὶ πότερόν ἐστι δικαιότερον, ἂν ταῦτα δόξῃ καὶ τοῖς ἄλλοις Ἀθηναίοις, εἰς τὸν πόλεμον ὑπάρχειν μετὰ τῶν ἄλλων καὶ τὸ παρὰ σοῦ χρυσίον, ἢ τοὺς μὲν ἄλλους ἀπὸ τῶν ἰδίων κτημάτων ἕκαστον εἰσφέρειν, καὶ καταχωνεύειν τὸν ἴδιον κόσμον τῶν γυναικῶν, καὶ τὰ ἐκπώματα, καὶ πάντα τὰ ἐν τῇ χώρᾳ ἀναθήματα τῶν θεῶν, ὥσπερ ἔφησθα σὺ γράψειν,<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γράψειν</foreign> Stephanus: <foreign xml:lang="grc">γράφειν</foreign> codd.</note> αὐτὸς εἰσενεγκὼν πεντήκοντα δραχμὰς ἀπὸ τῆς οἰκίας τῆς ἐν Πειραιεῖ, καὶ τῆς ἐν ἄστει; τοσοῦτον γὰρ κατὰ τὴν προτέραν εἰσφορὰν εἰσενηνοχώς, εἴκοσι τάλαντʼ ἔχεις. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0029.tlg004.perseus-grc2" n="70"><p>ἢ πολεμεῖν μὲν οὐ γράψεις, ἀποδιδόναι δὲ κατὰ τὸ γεγραμμένον ὑπὸ σοῦ ψήφισμα κελεύσεις<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κελεύσεις</foreign> Stephanus: <foreign xml:lang="grc">κελεύεις</foreign> codd.</note> Ἀλεξάνδρῳ τὸ κεκομισμένον χρυσίον; οὐκοῦν ὑπὲρ σοῦ τὸν δῆμον ἀποδιδόναι δεήσει. καὶ ποῦ τοῦτʼ ἐστὶ δίκαιον ἢ κοινὸν ἢ δημοτικόν, τοὺς μὲν ἐργαζομένους εἰσφέρειν, σὲ δʼ ἁρπάζειν καὶ κλέπτειν;<note resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ κλέπτειν</foreign> add. N.</note> καὶ τοὺς μὲν φανερὰν κεκτῆσθαι τὴν οὐσίαν καὶ ἀπὸ ταύτης εἰσφέρειν, σὲ δὲ πλείω ἢ πεντήκοντα καὶ ἑκατὸν τάλαντα, τὰ μὲν ἐκ τῶν βασιλικῶν, τὰ δʼ ἐκ τῶν Ἀλεξάνδρου πραγμάτων, εἰληφέναι, μηδὲν δὲ φανερὸν ἐν τῇ πόλει κεκτῆσθαι, ἀλλὰ διεσκευάσθαι πρὸς τὸν δῆμον ὡς οὐ πιστεύοντα τοῖς ἑαυτῷ πολιτευομένοις; </p></div></div></body></text></TEI>