τί γὰρ ἐροῦμεν, ὦ Ἀθηναῖοι, πρὸς τοὺς περιεστηκότας ἐξελθόντες ἐκ τοῦ δικαστηρίου, ἐάν, ὃ μὴ γένοιτο, παρακρουσθῆτε ὑπὸ τῆς τούτου γοητείας; τίσιν ὀφθαλμοῖς ἕκαστος ὑμῶν τὴν πατρῴαν ἑστίαν οἴκαδʼ ἀπελθὼν ἰδεῖν τολμήσει, τολμήσει Bekker: τολμήσειε Ν: τολμήσειεν Α. ἀπολελυκότες μὲν τὸν προδότην τὸν πρῶτον εἰς τὸν ἴδιον οἶκον εἰσενεγκάμενον τὸ δεδωροδοκημένον χρυσίον, κατεγνωκότες δὲ μηδὲν ἀληθὲς μήτε μήτε Bekker: μηδὲ codd. ζητεῖν μήθʼ εὑρίσκειν τὸ παρὰ πᾶσιν ἀνθρώποις εἶναι σεμνότατον νομιζόμενον συνέδριον; τίνας δʼ, ὦ Ἀθηναῖοι, — σκοπεῖτε γὰρ πρὸς ὑμᾶς αὐτούς —, τίνας τὰς ἐλπίδας ἕξομεν, ἐὰν κίνδυνός τις καταλάβῃ τὴν πόλιν, τὸ μὲν δῶρα λαμβάνειν κατὰ τῆς πατρίδος ἀσφαλὲς εἶναι πεποιηκότες, τὸ δὲ τὴν φυλακὴν ἔχον συνέδριον τῆς πόλεως ἐν τοῖς τοιούτοις κινδύνοις ἀδόκιμον καταστήσαντες; τί δʼ ἐάν — τιθῶμεν τί δ’ ἐάν, — τιθῶμεν Funkhaenel: τί δέ, ἀντιθῶμεν Α: τί δαὶ ἀντιθῶμεν Ν. γὰρ ταῦτα —, ἐὰν κατὰ τὸ ψήφισμα τὸ Δημοσθένους ἀπαιτῇ πέμψας ἡμᾶς Ἀλέξανδρος τὸ χρυσίον τὸ κομισθὲν εἰς τὴν χώραν ὑφʼ Ἁρπάλου, καὶ πρὸς τῷ γεγενῆσθαι τὴν τῆς βουλῆς ἀπόφασιν τοὺς παῖδας καταπέμψῃ πρὸς ἡμᾶς τοὺς νῦν ὡς ἑαυτὸν ἀνακεκομισμένους, καὶ τούτων ἀξιοῖ πυνθάνεσθαι τὴν ἀλήθειαν ἡμᾶς, ἡμᾶς Baiter et Sauppe: ὑμᾶς codd. πρὸς θεῶν, ὦ ἄνδρες, τί ἐροῦμεν; γράψεις γράψεις Stephanus: γράφεις codd. σύ, Δημόσθενες, πολεμεῖν ἡμᾶς, ἐπειδὴ καὶ τοὺς πρότερον πολέμους καλῶς διῴκησας; καὶ πότερόν ἐστι δικαιότερον, ἂν ταῦτα δόξῃ καὶ τοῖς ἄλλοις Ἀθηναίοις, εἰς τὸν πόλεμον ὑπάρχειν μετὰ τῶν ἄλλων καὶ τὸ παρὰ σοῦ χρυσίον, ἢ τοὺς μὲν ἄλλους ἀπὸ τῶν ἰδίων κτημάτων ἕκαστον εἰσφέρειν, καὶ καταχωνεύειν τὸν ἴδιον κόσμον τῶν γυναικῶν, καὶ τὰ ἐκπώματα, καὶ πάντα τὰ ἐν τῇ χώρᾳ ἀναθήματα τῶν θεῶν, ὥσπερ ἔφησθα σὺ γράψειν, γράψειν Stephanus: γράφειν codd. αὐτὸς εἰσενεγκὼν πεντήκοντα δραχμὰς ἀπὸ τῆς οἰκίας τῆς ἐν Πειραιεῖ, καὶ τῆς ἐν ἄστει; τοσοῦτον γὰρ κατὰ τὴν προτέραν εἰσφορὰν εἰσενηνοχώς, εἴκοσι τάλαντʼ ἔχεις. ἢ πολεμεῖν μὲν οὐ γράψεις, ἀποδιδόναι δὲ κατὰ τὸ γεγραμμένον ὑπὸ σοῦ ψήφισμα κελεύσεις κελεύσεις Stephanus: κελεύεις codd. Ἀλεξάνδρῳ τὸ κεκομισμένον χρυσίον; οὐκοῦν ὑπὲρ σοῦ τὸν δῆμον ἀποδιδόναι δεήσει. καὶ ποῦ τοῦτʼ ἐστὶ δίκαιον ἢ κοινὸν ἢ δημοτικόν, τοὺς μὲν ἐργαζομένους εἰσφέρειν, σὲ δʼ ἁρπάζειν καὶ κλέπτειν; καὶ κλέπτειν add. N. καὶ τοὺς μὲν φανερὰν κεκτῆσθαι τὴν οὐσίαν καὶ ἀπὸ ταύτης εἰσφέρειν, σὲ δὲ πλείω ἢ πεντήκοντα καὶ ἑκατὸν τάλαντα, τὰ μὲν ἐκ τῶν βασιλικῶν, τὰ δʼ ἐκ τῶν Ἀλεξάνδρου πραγμάτων, εἰληφέναι, μηδὲν δὲ φανερὸν ἐν τῇ πόλει κεκτῆσθαι, ἀλλὰ διεσκευάσθαι πρὸς τὸν δῆμον ὡς οὐ πιστεύοντα τοῖς ἑαυτῷ πολιτευομένοις;