ἢ τοῦτο μὲν οὐκ ἐπιχειρήσεις λέγειν, ὅτι δὲ τῶν πρότερον πρότερον Scaliger: προτέρων codd. ἀποφανθέντων ὑπὸ τῆς βουλῆς, τοῖς μὲν ἄλλοις ὡμολογηκέναι συμβέβηκεν ἀξίαν εἶναι τὴν τῆς βουλῆς ζημίαν, ζημίαν A pr.: ζήτησιν A corr. N. σοὶ δὲ μόνῳ τὰ τὰ] del. Dobree. περὶ αὐτῆς ἠναντιῶσθαι. ἀλλὰ μόνος σὺ τῶν πώποτʼ ἀποπεφασμένων ἠξίωσας ἑκὼν σεαυτῷ τούτους κριτὰς καὶ ζητητὰς γενέσθαι, καὶ ἔγραψας κατὰ σαυτοῦ τὸ ψήφισμα, καὶ τὸν δῆμον ἐποιήσω μάρτυρα τῶν ὡμολογημένων, ὁρισάμενος σεαυτῷ ζημίαν εἶναι θάνατον, ἐὰν ἀποφήνῃ σʼ σʼ add. Blass. ἡ βουλὴ τῶν χρημάτων εἰληφότα τι τῶν εἰς τὴν χώραν ὑφʼ Ἁρπάλου κομισθέντων. ἀλλὰ μὴν πρότερον ἔγραψας σύ, ὦ Δημόσθενες, κατὰ πάντων τούτων καὶ τῶν ἄλλων Ἀθηναίων κυρίαν εἶναι τὴν ἐξ Ἀρείου πάγου βουλὴν κολάσαι τὸν παρὰ τοὺς νόμους πλημμελοῦντα, χρωμένην τοῖς πατρίοις πατρίοις Wolf: πατρώοις codd. νόμοις· καὶ παρέδωκας σὺ καὶ ἐνεχείρισας τὴν πόλιν ἅπασαν ταύτῃ, ἣν αὐτίκα φήσεις ὀλιγαρχικὴν εἶναι· καὶ τεθνᾶσι κατὰ τὸ σὸν ψήφισμα δύο τῶν πολιτῶν, πατὴρ καὶ υἱός, παραδοθέντες τῷ ἐπὶ τῷ ὀρύγματι· ἐδέθη τῶν ἀφʼ Ἁρμοδίου γεγονότων εἷς κατὰ τὸ σὸν πρόσταγμα· ἐστρέβλωσαν Ἀντιφῶντα καὶ ἀπέκτειναν οὗτοι τῇ τῆς βουλῆς ἀποφάσει πεισθέντες· ἐξέβαλες σὺ Χαρῖνον Χαρῖνον Rohdewald: Ἀρχίνον codd. ἐκ τῆς πόλεως ἐπὶ προδοσίᾳ κατὰ τὰς τῆς βουλῆς ἀποφάσεις καὶ τιμωρίας. κατὰ δὲ σαυτοῦ καὶ ταῦτα γράψας αὐτὸς τὸ ψήφισμʼ ἀκυροῖς; καὶ ποῦ ταῦτα δίκαια ἢ νόμιμά ἐστι; μαρτύρομαι τὰς σεμνὰς θεάς, ἄνδρες Ἀθηναῖοι, καὶ τὸν τόπον ὃν ἐκεῖναι κατέχουσι, καὶ τοὺς ἥρωας τοὺς ἐγχωρίους, καὶ τὴν Ἀθηνᾶν τὴν Πολιάδα Πολιάδα Wolf: πολίτιδα codd. καὶ τοὺς ἄλλους θεοὺς οἳ τὴν χώραν καὶ τὴν πόλιν ἡμῶν εἰλήχασιν, ὅτι τοῦ δήμου παραδεδωκότος ὑμῖν τιμωρήσασθαι τιμωρήσασθαι Α· Τιμωρής. τε N pr.: τιμωρήσατε N corr. (2): οὐκ ἐτιμωρήσασθε Ald. τὸν εἰληφότα τι τῶν Post τῶν nonnihil excidisse videtur: κομισθέντων χρημάτων supplendum ci. Blass (coll. 70). κατὰ τῆς πατρίδος, τὸν λελυμασμένον καὶ ἐφθαρκότα τὴν τῆς πόλεως εὐδαιμονίαν, τὸν περικεχαρακωμένην προδεδωκότα προδεδωκότα Schmidt: παραδεδωκότα codd. τὴν πατρίδα ταῖς αὑτοῦ συμβουλίαις, [ὃν] ὃν del. Thalheim. οἱ μὲν ἐχθροὶ καὶ κακόνοι τῇ πόλει τῇ πόλει Kleyn: τῆς πολέως codd. ζῆν ἂν βούλοιντο, συμφορὰν ἡγούμενοι τῆς πόλεως εἶναι, ὅσοι δὲ εὖνοι τοῖς ὑμετέροις πράγμασι, καὶ μεταπεσούσης τῆς τύχης ἐλπίζουσιν ἐπὶ τὸ βέλτιον ἂν τὰ τῆς πόλεως πράγματʼ ἐλθεῖν, τὴν ἀξίαν δίκην δόντα τῶν πεπραγμένων ἀπολωλέναι βούλονται, καὶ ταῦτʼ εὔχονται τοῖς θεοῖς· οὓς κἀγὼ συμπαρακαλῶ σῶσαι τὴν πατρίδα, κινδυνεύουσαν ὁρῶν ὑπὲρ σωτηρίας, ὑπὲρ παίδων, ὑπὲρ γυναικῶν, ὑπὲρ δόξης, ὑπὲρ τῶν ἄλλων ἀγαθῶν ἁπάντων.